…
ἀλλʼ ἄγε νῦν μάστιγα καὶ ἡνία σιγαλόεντα δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι ὄφρα μάχωμαι· ἠὲ σὺ τόνδε δέδεξο, μελήσουσιν δʼ ἐμοὶ ἵπποι. τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· Αἰνεία σὺ μὲν αὐτὸς ἔχʼ ἡνία καὶ τεὼ ἵππω· μᾶλλον ὑφʼ ἡνιόχῳ εἰωθότι καμπύλον ἅρμα οἴσετον, εἴ περ ἂν αὖτε φεβώμεθα Τυδέος υἱόν· μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδʼ ἐθέλητον ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε, νῶϊ δʼ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους. ἀλλὰ σύ γʼ αὐτὸς ἔλαυνε τέʼ ἅρματα καὶ τεὼ ἵππω, τὸν δὲ δʼ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί. ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες ἐμμεμαῶτʼ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους.
İlyada
·Kitap 5
·221-240
· · ·
…
οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν, πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο νόσφι νεῶν ταχέως· ὑπὸ δὲ στέρνοισι κονίη ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα, χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο. ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, ἄλλοτε δʼ ἀΐξασκε μετήορα· τοὶ δʼ ἐλατῆρες ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου νίκης ἱεμένων· κέκλοντο δὲ οἷσιν ἕκαστος ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο. ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος· ὦκα δʼ ἔπειτα αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι. τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς· αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην, πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω
İlyada
·Kitap 23
·361-380
· · ·
…
τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες. τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι. οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς, ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο. ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν, ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη· τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ, οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός,
İlyada
·Kitap 13
·261-280
· · ·
…
ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι, οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο. τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ. τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην· Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα, μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο. τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός· καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα
İlyada
·Kitap 8
·101-120