…
τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός· ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ, τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν. τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες, οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην, ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι. ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
İlyada
·Kitap 4
·521-540
· · ·
…
οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα, τῶν αὖθʼ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς, ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς· τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους, οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο, οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο· τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος· τῷ δʼ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι. Αἰτωλῶν δʼ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός, οἳ Πλευρῶνʼ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην Χαλκίδα τʼ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν·
İlyada
·Kitap 2
·621-640
· · ·
…
γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς· λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο; ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας· ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω· ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται νηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντες Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα. ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·
İlyada
·Kitap 19
·221-240
· · ·
…
οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς. ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα, ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι· τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ. τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο, ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι. ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε. συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν, νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν· Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε
İlyada
·Kitap 13
·221-240
· · ·
…
ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός, ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς· πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ. τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ· κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν· οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς, καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος, ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο. λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον· ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.
İlyada
·Kitap 7
·161-180
· · ·
…
ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς αὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ κάππεσʼ· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα. Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος μυὼν ἀνθρώπου πέλεται· περὶ δʼ ἔγχεος αἰχμῇ νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε. Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος· ἤριπε δὲ προπάροιθε. Μάρις δʼ αὐτοσχεδὰ δουρὶ Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς
İlyada
·Kitap 16
·301-320
· · ·
…
ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν, ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι· αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι, στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
İlyada
·Kitap 15
·281-300
· · ·
…
καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι, βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν. Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ. τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ· Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν;
İlyada
·Kitap 13
·201-220
· · ·
…
ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει, καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται. ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ, οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι· φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε· σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ. ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον· κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος. λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν, εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός, καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
Odysseia
·Kitap 14
·481-500
· · ·
…
καὶ τὸν Ἀχιλλεὺς θῆκεν ἄεθλον οὗ ἑτάροιο, ὅς τις ἐλαφρότατος ποσσὶ κραιπνοῖσι πέλοιτο· δευτέρῳ αὖ βοῦν θῆκε μέγαν καὶ πίονα δημῷ, ἡμιτάλαντον δὲ χρυσοῦ λοισθήϊʼ ἔθηκε. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ Ὀϊλῆος ταχὺς Αἴας, ἂν δʼ Ὀδυσεὺς πολύμητις, ἔπειτα δὲ Νέστορος υἱὸς Ἀντίλοχος· ὃ γὰρ αὖτε νέους ποσὶ πάντας ἐνίκα. στὰν δὲ μεταστοιχί· σήμηνε δὲ τέρματʼ Ἀχιλλεύς. τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· ὦκα δʼ ἔπειτα ἔκφερʼ Ὀϊλιάδης· ἐπὶ δʼ ὄρνυτο δῖος Ὀδυσσεὺς ἄγχι μάλʼ, ὡς ὅτε τίς τε γυναικὸς ἐϋζώνοιο
İlyada
·Kitap 23
·741-760
· · ·
…
ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη, μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ. ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη, Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν· ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα, Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος. ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο, ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων, ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα. κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι. δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,
İlyada
·Kitap 14
·221-240