…
Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον, αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον, ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν, ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων. τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε· ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη· αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος· ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς, ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν. τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν, ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
Odysseia
·Kitap 15
·241-260
· · ·
…
αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν. ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα. οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί, αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι· εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή, ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
Odysseia
·Kitap 20
·341-360
· · ·
…
ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην, δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν; ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο; τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει. ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο, Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν, τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·
Odysseia
·Kitap 15
·501-520
· · ·
…
φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα, νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος. ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον· ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω· ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω, ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ, ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα, ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει· τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
Odysseia
·Kitap 17
·141-160
· · ·
…
ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς, εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ. τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν. τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι. ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα, μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,
Odysseia
·Kitap 15
·261-280
· · ·
…
τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν· εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής. τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε. ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων, ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο. μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες· ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος· οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην, σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης. ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
Odysseia
·Kitap 20
·361-380
· · ·
…
ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων, εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο. τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα. ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον· Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα
Odysseia
·Kitap 15
·521-540
· · ·
…
ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος, καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης· ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο. ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν, ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.
Odysseia
·Kitap 15
·281-300