…
ἂν δʼ ἄρα Μηριόνης πελέκεας δέκα πάντας ἄειρε, Τεῦκρος δʼ ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας. αὐτὰρ Πηλεΐδης κατὰ μὲν δολιχόσκιον ἔγχος, κὰδ δὲ λέβητʼ ἄπυρον βοὸς ἄξιον ἀνθεμόεντα θῆκʼ ἐς ἀγῶνα φέρων· καί ῥʼ ἥμονες ἄνδρες ἀνέσταν· ἂν μὲν ἄρʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων, ἂν δʼ ἄρα Μηριόνης, θεράπων ἐῢς Ἰδομενῆος. τοῖσι δὲ καὶ μετέειπε ποδάρκης δῖος Ἀχιλλεύς· Ἀτρεΐδη· ἴδμεν γὰρ ὅσον προβέβηκας ἁπάντων ἠδʼ ὅσσον δυνάμει τε καὶ ἥμασιν ἔπλευ ἄριστος· ἀλλὰ σὺ μὲν τόδʼ ἄεθλον ἔχων κοίλας ἐπὶ νῆας ἔρχευ, ἀτὰρ δόρυ Μηριόνῃ ἥρωϊ πόρωμεν, εἰ σύ γε σῷ θυμῷ ἐθέλοις· κέλομαι γὰρ ἔγωγε. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· δῶκε δὲ Μηριόνῃ δόρυ χάλκεον· αὐτὰρ ὅ γʼ ἥρως Ταλθυβίῳ κήρυκι δίδου περικαλλὲς ἄεθλον.
İlyada
·Kitap 23
·881-897
· · ·
…
Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι· Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί· δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο· Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα, ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί. Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν· Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε,
İlyada
·Kitap 13
·181-200
· · ·
…
τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε· Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον; ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους, ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς. τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ· οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν. αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν.
İlyada
·Kitap 13
·301-320
· · ·
…
Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν· τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν. Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν, πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων, τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός. αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων
İlyada
·Kitap 15
·301-320
· · ·
…
βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο. οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει. Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν· ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην· αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι. τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ·
İlyada
·Kitap 13
·161-180
· · ·
…
ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος. Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων· Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε· Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα, Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην· Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε. πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός· οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
İlyada
·Kitap 14
·502-521
· · ·
…
Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ· ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε. καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα. Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης· Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον. Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
İlyada
·Kitap 6
·21-40
· · ·
…
ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν, θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι, τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι, ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ, στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός. Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος, ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν· οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς· Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων. ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
İlyada
·Kitap 8
·321-340
· · ·
…
καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους· τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός· ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων. τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε, πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη. Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν, εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.
İlyada
·Kitap 15
·441-460
· · ·
…
ὄρνιθος μὲν ἅμαρτε· μέγηρε γάρ οἱ τό γʼ Ἀπόλλων· αὐτὰρ ὃ μήρινθον βάλε πὰρ πόδα, τῇ δέδετʼ ὄρνις· ἀντικρὺ δʼ ἀπὸ μήρινθον τάμε πικρὸς ὀϊστός. ἣ μὲν ἔπειτʼ ἤϊξε πρὸς οὐρανόν, ἣ δὲ παρείθη μήρινθος ποτὶ γαῖαν· ἀτὰρ κελάδησαν Ἀχαιοί. σπερχόμενος δʼ ἄρα Μηριόνης ἐξείρυσε χειρὸς τόξον· ἀτὰρ δὴ ὀϊστὸν ἔχεν πάλαι, ὡς ἴθυνεν. αὐτίκα δʼ ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην. ὕψι δʼ ὑπὸ νεφέων εἶδε τρήρωνα πέλειαν· τῇ ῥʼ ὅ γε δινεύουσαν ὑπὸ πτέρυγος βάλε μέσσην, ἀντικρὺ δὲ διῆλθε βέλος· τὸ μὲν ἂψ ἐπὶ γαίῃ πρόσθεν Μηριόναο πάγη ποδός· αὐτὰρ ἣ ὄρνις ἱστῷ ἐφεζομένη νηὸς κυανοπρῴροιο αὐχένʼ ἀπεκρέμασεν, σὺν δὲ πτερὰ πυκνὰ λίασθεν. ὠκὺς δʼ ἐκ μελέων θυμὸς πτάτο, τῆλε δʼ ἀπʼ αὐτοῦ
İlyada
·Kitap 23
·861-880