TR EN AR
← جميع الأسماء

Teiresies

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

13 مقطع · insan
يُعرف بـ

Τειρεσίης · τειρεσίης

Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι, πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο. δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο, Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ· κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι, ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο· ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν. ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ. αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ· σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,

Odysseia ·Kitap 12 ·261-280

· · ·



τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ· ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων, αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον; ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ, αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω. ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν, καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων· νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·

Odysseia ·Kitap 11 ·81-100

· · ·



εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα; ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω. ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει· ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω. ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν· αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω, καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι. μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα. ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις

Odysseia ·Kitap 11 ·141-160

· · ·



ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο; ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν; εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον, ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι. εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε, ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος. ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·

Odysseia ·Kitap 11 ·161-180

· · ·



αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν, ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων. δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ· αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν, ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.

Odysseia ·Kitap 10 ·522-541

· · ·



ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι, πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον. πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα, ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν, Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι. τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν, ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων. νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι, πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,

Odysseia ·Kitap 11 ·21-40

· · ·



σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει· ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν, ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον, οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω. ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·

Odysseia ·Kitap 11 ·121-140

· · ·



δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ· αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου· οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης· σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε. τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα; ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ. ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ,

Odysseia ·Kitap 11 ·41-60

· · ·



νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας, Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι. καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται, πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι. ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω, νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ. ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν· ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω,

Odysseia ·Kitap 23 ·242-261

· · ·



ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ, ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας· ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν. ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες, τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν, ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα;

Odysseia ·Kitap 10 ·562-574