…
ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν. εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο, οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα. νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς, ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου, λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον. ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ. ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους, ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας, ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.
İlyada
·Kitap 8
·361-380
· · ·
…
Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας· τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο, οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ, οὐδʼ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ, ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτʼ ἔλαιον· ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ. Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός, οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον ναίεσκον· τῶν μὲν Πρόθοος θοὸς ἡγεμόνευε, τῷ δʼ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν·
İlyada
·Kitap 2
·741-760
· · ·
…
ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω, ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν. ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς, ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης, μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι, νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ, αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα. ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ, πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων· ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω, βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν, πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν. πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,
Odysseia
·Kitap 10
·502-521
· · ·
…
τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα. τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων, ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή, ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας. ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη, καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·
İlyada
·Kitap 15
·21-40
· · ·
…
ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο. ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι· καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων. ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ, καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν, ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν· αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο, τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
Odysseia
·Kitap 5
·181-200
· · ·
…
νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι. τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη· Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς; ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο; ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν. ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα· ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ, χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν, τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες, ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται. αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε
İlyada
·Kitap 14
·261-281