TR EN AR
← جميع الأسماء

Sthenelos

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

10 مقطع · insan
يُعرف بـ

Σθένελος



αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην. στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον, δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους. τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους. ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι· τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ

İlyada ·Kitap 23 ·501-520

· · ·



τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας· γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι· ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους, τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον, ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν, νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται. ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε, χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν· ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον. λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·

İlyada ·Kitap 5 ·821-840

· · ·



ἀλλʼ ἄλλοι μενέουσι κάρη κομόωντες Ἀχαιοὶ εἰς ὅ κέ περ Τροίην διαπέρσομεν. εἰ δὲ καὶ αὐτοὶ φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· νῶϊ δʼ ἐγὼ Σθένελός τε μαχησόμεθʼ εἰς ὅ κε τέκμωρ Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο. τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν ἱππότα Νέστωρ· Τυδεΐδη περὶ μὲν πολέμῳ ἔνι καρτερός ἐσσι, καὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλευ ἄριστος. οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί, οὐδὲ πάλιν ἐρέει· ἀτὰρ οὐ τέλος ἵκεο μύθων. ἦ μὲν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάϊς εἴης ὁπλότατος γενεῆφιν· ἀτὰρ πεπνυμένα βάζεις Ἀργείων βασιλῆας, ἐπεὶ κατὰ μοῖραν ἔειπες. ἀλλʼ ἄγʼ ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι,

İlyada ·Kitap 9 ·41-60

· · ·



σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια ἐκφανεῖ, ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει, τῶν ἀνδρῶν γενεῆς οἵ θʼ αἵματος ἐξ ἐμεῦ εἰσί. τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· ψευστήσεις, οὐδʼ αὖτε τέλος μύθῳ ἐπιθήσεις. εἰ δʼ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον, ἦ μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν ὅς κεν ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης. ὣς ἔφατο· Ζεὺς δʼ οὔ τι δολοφροσύνην ἐνόησεν, ἀλλʼ ὄμοσεν μέγαν ὅρκον, ἔπειτα δὲ πολλὸν ἀάσθη. Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, καρπαλίμως δʼ ἵκετʼ Ἄργος Ἀχαιικόν, ἔνθʼ ἄρα ᾔδη ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο. ἣ δʼ ἐκύει φίλον υἱόν, ὃ δʼ ἕβδομος ἑστήκει μείς· ἐκ δʼ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα, Ἀλκμήνης δʼ ἀπέπαυσε τόκον, σχέθε δʼ Εἰλειθυίας. αὐτὴ δʼ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα·

İlyada ·Kitap 19 ·101-120

· · ·



ὣς ἔφατʼ εὐχόμενος· τὸν δʼ οὐ βέλος ὠκὺ δάμασσεν, ἀλλʼ ἀναχωρήσας πρόσθʼ ἵπποιιν καὶ ὄχεσφιν ἔστη, καὶ Σθένελον προσέφη Καπανήϊον υἱόν· ὄρσο πέπον Καπανηϊάδη, καταβήσεο δίφρου, ὄφρά μοι ἐξ ὤμοιο ἐρύσσῃς πικρὸν ὀϊστόν. ὣς ἄρʼ ἔφη, Σθένελος δὲ καθʼ ἵππων ἆλτο χαμᾶζε, πὰρ δὲ στὰς βέλος ὠκὺ διαμπερὲς ἐξέρυσʼ ὤμου· αἷμα δʼ ἀνηκόντιζε διὰ στρεπτοῖο χιτῶνος. δὴ τότʼ ἔπειτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, εἴ ποτέ μοι καὶ πατρὶ φίλα φρονέουσα παρέστης δηΐῳ ἐν πολέμῳ, νῦν αὖτʼ ἐμὲ φῖλαι Ἀθήνη· δὸς δέ τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν ὅς μʼ ἔβαλε φθάμενος καὶ ἐπεύχεται, οὐδέ μέ φησι δηρὸν ἔτʼ ὄψεσθαι λαμπρὸν φάος ἠελίοιο.

İlyada ·Kitap 5 ·101-120

· · ·

Τροιζῆνʼ Ἠϊόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον, οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν, τῶν αὖθʼ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός· τοῖσι δʼ ἅμʼ Εὐρύαλος τρίτατος κίεν ἰσόθεος φὼς Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος· συμπάντων δʼ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης· τοῖσι δʼ ἅμʼ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. οἳ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς, Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν, οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν Πελλήνην τʼ εἶχον ἠδʼ Αἴγιον ἀμφενέμοντο Αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν, τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι λαοὶ ἕποντʼ· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν οὕνεκʼ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λαούς.

İlyada ·Kitap 2 ·561-580

· · ·



ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους. εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι· πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός. καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας; οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν, ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι, ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι. ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων· οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης, καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους· οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον·

İlyada ·Kitap 4 ·361-380

· · ·

Ζεῦ πάτερ ἀργικέραυνε ἔπος τί τοι ἐν φρεσὶ θήσω· ἤδη ἀνὴρ γέγονʼ ἐσθλὸς ὃς Ἀργείοισιν ἀνάξει Εὐρυσθεὺς Σθενέλοιο πάϊς Περσηϊάδαο σὸν γένος· οὔ οἱ ἀεικὲς ἀνασσέμεν Ἀργείοισιν. ὣς φάτο, τὸν δʼ ἄχος ὀξὺ κατὰ φρένα τύψε βαθεῖαν· αὐτίκα δʼ εἷλʼ Ἄτην κεφαλῆς λιπαροπλοκάμοιο χωόμενος φρεσὶν ᾗσι, καὶ ὤμοσε καρτερὸν ὅρκον μή ποτʼ ἐς Οὔλυμπόν τε καὶ οὐρανὸν ἀστερόεντα αὖτις ἐλεύσεσθαι Ἄτην, ἣ πάντας ἀᾶται. ὣς εἰπὼν ἔρριψεν ἀπʼ οὐρανοῦ ἀστερόεντος χειρὶ περιστρέψας· τάχα δʼ ἵκετο ἔργʼ ἀνθρώπων. τὴν αἰεὶ στενάχεσχʼ ὅθʼ ἑὸν φίλον υἱὸν ὁρῷτο ἔργον ἀεικὲς ἔχοντα ὑπʼ Εὐρυσθῆος ἀέθλων. ὣς καὶ ἐγών, ὅτε δʼ αὖτε μέγας κορυθαίολος Ἕκτωρ Ἀργείους ὀλέκεσκεν ἐπὶ πρυμνῇσι νέεσσιν, οὐ δυνάμην λελαθέσθʼ Ἄτης ᾗ πρῶτον ἀάσθην. ἀλλʼ ἐπεὶ ἀασάμην καί μευ φρένας ἐξέλετο Ζεύς, ἂψ ἐθέλω ἀρέσαι, δόμεναί τʼ ἀπερείσιʼ ἄποινα· ἀλλʼ ὄρσευ πόλεμον δὲ καὶ ἄλλους ὄρνυθι λαούς. δῶρα δʼ ἐγὼν ὅδε πάντα παρασχέμεν ὅσσά τοι ἐλθὼν

İlyada ·Kitap 19 ·121-140

· · ·



ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω. οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν· ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη. τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ

İlyada ·Kitap 5 ·241-260

· · ·



ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι, οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο. τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ. τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην· Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα, μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο. τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός· καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα

İlyada ·Kitap 8 ·101-120