TR EN AR
← جميع الأسماء

Simoeis

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

7 مقطع · insan
يُعرف بـ

Σιμόεις

Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή· πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθʼ ἴθυσε μάχη πεδίοιο ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων. Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν, ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε. τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν. Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι. πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην. Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·

İlyada ·Kitap 6 ·1-20

· · ·



ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, μάστιξεν δʼ ἵππους· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος. ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν ἥμενος ἐν σκοπιῇ, λεύσσων ἐπὶ οἴνοπα πόντον, τόσσον ἐπιθρῴσκουσι θεῶν ὑψηχέες ἵπποι. ἀλλʼ ὅτε δὴ Τροίην ἷξον ποταμώ τε ῥέοντε, ἧχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος, ἔνθʼ ἵππους ἔστησε θεὰ λευκώλενος Ἥρη λύσασʼ ἐξ ὀχέων, περὶ δʼ ἠέρα πουλὺν ἔχευε· τοῖσιν δʼ ἀμβροσίην Σιμόεις ἀνέτειλε νέμεσθαι. αἳ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι ἀνδράσιν Ἀργείοισιν ἀλεξέμεναι μεμαυῖαι· ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι πλεῖστοι καὶ ἄριστοι

İlyada ·Kitap 5 ·761-780

· · ·

Γρήνικός τε καὶ Αἴσηπος δῖός τε Σκάμανδρος καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι κάππεσον ἐν κονίῃσι καὶ ἡμιθέων γένος ἀνδρῶν· τῶν πάντων ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων, ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον· ὗε δʼ ἄρα Ζεὺς συνεχές, ὄφρά κε θᾶσσον ἁλίπλοα τείχεα θείη. αὐτὸς δʼ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτʼ, ἐκ δʼ ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων, τὰ θέσαν μογέοντες Ἀχαιοί, λεῖα δʼ ἐποίησεν παρʼ ἀγάρροον Ἑλλήσποντον, αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι κάλυψε τεῖχος ἀμαλδύνας· ποταμοὺς δʼ ἔτρεψε νέεσθαι κὰρ ῥόον, ᾗ περ πρόσθεν ἵεν καλλίρροον ὕδωρ. ὣς ἄρʼ ἔμελλον ὄπισθε Ποσειδάων καὶ Ἀπόλλων θησέμεναι· τότε δʼ ἀμφὶ μάχη ἐνοπή τε δεδήει τεῖχος ἐΰδμητον, κανάχιζε δὲ δούρατα πύργων βαλλόμενʼ· Ἀργεῖοι δὲ Διὸς μάστιγι δαμέντες νηυσὶν ἔπι γλαφυρῇσιν ἐελμένοι ἰσχανόωντο Ἕκτορα δειδιότες, κρατερὸν μήστωρα φόβοιο· αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ·

İlyada ·Kitap 12 ·21-40

· · ·



τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων, ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή. νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη, οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα. ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν. ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι· τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν

İlyada ·Kitap 4 ·461-480

· · ·



αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν, ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει. αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ. ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν· δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα. πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.

İlyada ·Kitap 20 ·41-60

· · ·



τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα· ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός. τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη, βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν, ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων.

İlyada ·Kitap 4 ·481-500

· · ·



οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας· φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν. ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους, ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι. φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ

İlyada ·Kitap 21 ·301-320