Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ, οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι. ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν· τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε. τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι. ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ, ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν· βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ· ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε, καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα· Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι. ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων,
İlyada
·Kitap 14
·342-361
· · ·
…
τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν· ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος. ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ. ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν, βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε· φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα. Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων. ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ
İlyada
·Kitap 20
·101-120
· · ·
…
αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί, δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι. ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ· τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον. ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου· χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ, οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον· αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι· κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα. Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε, αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης. δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,
Odysseia
·Kitap 3
·41-60
· · ·
…
ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν. οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις, τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν. τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις· μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε· δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι. πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν, εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας; τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω. τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι. ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο. τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
Odysseia
·Kitap 8
·341-360
· · ·
…
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω, ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων. ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα, εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι, δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα. ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν, ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους, νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης. αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον, κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι.
Odysseia
·Kitap 9
·521-540