…
τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν, Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο, Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται· ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους, δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα· χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν. αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα· ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ; ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
Odysseia
·Kitap 4
·121-140
· · ·
…
αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν. ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα. οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί, αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι· εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή, ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
Odysseia
·Kitap 20
·341-360
· · ·
…
ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην, δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν; ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο; τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει. ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο, Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν, τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·
Odysseia
·Kitap 15
·501-520
· · ·
…
ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι. ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες. Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν. οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο, πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων, τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι. αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο, ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει.
Odysseia
·Kitap 8
·361-380
· · ·
…
αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν, κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει· ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί. ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον· ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην, ἀγροῦ ἐπʼ ἐσχατιῆς μισθὸς δέ τοι ἄρκιος ἔσται αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων; ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
Odysseia
·Kitap 18
·341-360
· · ·
…
τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν· μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω; καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι. ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι; οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός. ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί, τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς· αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς. τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα· Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,
Odysseia
·Kitap 1
·381-400
· · ·
…
εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης. ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ, αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό. φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες, ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ, τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν.
İlyada
·Kitap 11
·41-60
· · ·
…
ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων, δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην, οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν· τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν· ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ. τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις· ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται, ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο. ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
Odysseia
·Kitap 16
·422-441
· · ·
…
ἀλλὰ πολὺ πρὶν φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν. οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς· καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα, ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς. φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους, ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται. τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα· ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω· ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
Odysseia
·Kitap 2
·161-180
· · ·
…
τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι. ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη, ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι. οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα, στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός, ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας. ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι· μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον. ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι. ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης, αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες. αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον
Odysseia
·Kitap 16
·342-361
· · ·
…
ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη, οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων. ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται· ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας, οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε· μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν. τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·
Odysseia
·Kitap 21
·301-320