…
Τρωσὶν δʼ ἄγγελος ἦλθε ποδήνεμος ὠκέα Ἶρις πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίῃ ἀλεγεινῇ· οἳ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο θύρῃσι πάντες ὁμηγερέες ἠμὲν νέοι ἠδὲ γέροντες· ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· εἴσατο δὲ φθογγὴν υἷϊ Πριάμοιο Πολίτῃ, ὃς Τρώων σκοπὸς ἷζε ποδωκείῃσι πεποιθὼς τύμβῳ ἐπʼ ἀκροτάτῳ Αἰσυήταο γέροντος, δέγμενος ὁππότε ναῦφιν ἀφορμηθεῖεν Ἀχαιοί· τῷ μιν ἐεισαμένη προσέφη πόδας ὠκέα Ἶρις· ὦ γέρον αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν, ὥς ποτʼ ἐπʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος ὄρωρεν. ἤδη μὲν μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν, ἀλλʼ οὔ πω τοιόνδε τοσόνδέ τε λαὸν ὄπωπα· λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν
İlyada
·Kitap 2
·781-800
· · ·
Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ, ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται. τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν, ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε· ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν καλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν, ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον. ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες. ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο· Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι. εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε, ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ φάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης. αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ. οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.
Odysseia
·Kitap 10
·221-240
· · ·
…
αὐτὰρ ἔγωγε πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω. ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω σπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν· ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε· σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι. ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι, Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο. τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται
İlyada
·Kitap 24
·241-260
· · ·
…
οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος, ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης. Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε, τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον· Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς· Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο, υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο. Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.
İlyada
·Kitap 15
·321-340
· · ·
…
οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν· Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος, ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες· οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός. οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει.
İlyada
·Kitap 13
·521-540