TR EN AR
← جميع الأسماء

Perseus

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

3 مقطع · insan
يُعرف بـ

Περσεύς

Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον· τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν. νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω, μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε. οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον· οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν· οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο,

İlyada ·Kitap 14 ·302-321

· · ·



ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ, ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν, οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων, λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος· ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν, σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης. τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως, πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ, ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην, ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.

Odysseia ·Kitap 3 ·401-420

· · ·



Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν. οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν. τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός, αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.

Odysseia ·Kitap 3 ·441-460