…
ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε; οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής, πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός. ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,
Odysseia
·Kitap 21
·321-340
· · ·
…
εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα, μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε, Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος, ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος, ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
Odysseia
·Kitap 16
·382-401
· · ·
…
ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα, στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν· εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ; οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια, ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν· τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις· καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν, ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος· νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός, νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων. τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου· τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
Odysseia
·Kitap 4
·801-820
· · ·
…
ὁ δὲ φρεσὶν ᾗσι νοήσας θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι. αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς. τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη. τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια· κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο, οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα· ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν· Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας, ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί· τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς
Odysseia
·Kitap 1
·321-340
· · ·
…
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων, ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε· κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι· ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους. ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ. καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ, καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην, εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες. αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
Odysseia
·Kitap 15
·301-320
· · ·
…
τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι. ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον. ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο, σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη, ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα, λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο. τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν· ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;
Odysseia
·Kitap 16
·442-461
· · ·
…
τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ, ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν, ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν, ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ. ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο. δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας, χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος, μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν, ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
Odysseia
·Kitap 4
·101-120
· · ·
…
τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω, γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν· ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα. δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων, ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ. ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα, αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν· ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι, εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Odysseia
·Kitap 16
·302-321
· · ·
…
τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην· τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ, Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει· ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς, εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον, ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο, ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω, ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν. ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
Odysseia
·Kitap 4
·821-840
· · ·
…
κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο, εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν. βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος, χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος. ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί, δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι. τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε· μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας. τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς
Odysseia
·Kitap 21
·1-20