Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη· τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο. ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον, ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης, οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι, ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα. τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη. τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε· Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας, ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα. εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
Odysseia
·Kitap 17
·61-80
· · ·
…
οὔ σʼ ἔτʼ ἐγώ γε ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν. ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον· ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ. αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι. τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι, Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω. ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
Odysseia
·Kitap 17
·41-60
· · ·
…
τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν· εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής. τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε. ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων, ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο. μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες· ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος· οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην, σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης. ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι.
Odysseia
·Kitap 20
·361-380
· · ·
…
ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων, εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ. ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο. τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα. ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον· Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα
Odysseia
·Kitap 15
·521-540
· · ·
…
τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα· Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι, τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται. ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι. οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον. Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ, νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν. οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο· τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν, ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,
Odysseia
·Kitap 15
·541-557