…
οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν, ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ, σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων· ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί. τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής· ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες; τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·
İlyada
·Kitap 6
·501-520
· · ·
…
αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν· χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε· τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη· δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι. κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα, θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν; ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων
İlyada
·Kitap 3
·381-400
· · ·
…
καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω
İlyada
·Kitap 7
·381-400
· · ·
…
ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης· ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον· ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων, ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί, ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι. τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ· οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων. λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν· ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
İlyada
·Kitap 24
·761-780
· · ·
…
τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς ἐν προμάχοισι φανέντα, κατεπλήγη φίλον ἦτορ, ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων. ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, ἂψ δʼ ἀνεχώρησεν, ὦχρός τέ μιν εἷλε παρειάς, ὣς αὖτις καθʼ ὅμιλον ἔδυ Τρώων ἀγερώχων δείσας Ἀτρέος υἱὸν Ἀλέξανδρος θεοειδής. τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν· Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ αἴθʼ ὄφελες ἄγονός τʼ ἔμεναι ἄγαμός τʼ ἀπολέσθαι·
İlyada
·Kitap 3
·21-40
· · ·
…
ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων· τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες, κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην. ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ, ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης, ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο, τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν. ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς, καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων· σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων; τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν. ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν, ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
İlyada
·Kitap 24
·21-40
· · ·
…
εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι. ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς. αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα, ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον, τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν· τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ, ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων. βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί. αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ, τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο· τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
İlyada
·Kitap 6
·281-300
· · ·
Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην. τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων· ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο· οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν. αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο· τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·
İlyada
·Kitap 3
·121-140
· · ·
…
ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος, ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε· κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ, καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος· ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο· δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·
İlyada
·Kitap 7
·361-380
· · ·
…
οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν. εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν· ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.
İlyada
·Kitap 3
·1-20