TR EN AR
← جميع الأسماء

Pandaros

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

7 مقطع · insan
يُعرف بـ

Πάνδαρος

Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα, ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο. ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι· τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ· Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή, ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι. εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον, κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα, μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν· ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες, ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα

Odysseia ·Kitap 20 ·61-80

· · ·



ὣς εἰποῦσʼ ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. Τυδεΐδῃ δʼ ἐπόρουσε θεὰ γλαυκῶπις Ἀθήνη· εὗρε δὲ τόν γε ἄνακτα παρʼ ἵπποισιν καὶ ὄχεσφιν ἕλκος ἀναψύχοντα τό μιν βάλε Πάνδαρος ἰῷ. ἱδρὼς γάρ μιν ἔτειρεν ὑπὸ πλατέος τελαμῶνος ἀσπίδος εὐκύκλου· τῷ τείρετο, κάμνε δὲ χεῖρα, ἂν δʼ ἴσχων τελαμῶνα κελαινεφὲς αἷμʼ ἀπομόργνυ. ἱππείου δὲ θεὰ ζυγοῦ ἥψατο φώνησέν τε· ἦ ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς.

İlyada ·Kitap 5 ·781-800

· · ·



ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ, Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι. εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων· ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον. τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν, πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ. τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο, αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς. ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο,

İlyada ·Kitap 4 ·81-100

· · ·



τὸν δʼ ἴδεν Αἰνείας ἀλαπάζοντα στίχας ἀνδρῶν, βῆ δʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων Πάνδαρον ἀντίθεον διζήμενος εἴ που ἐφεύροι· εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε, στῆ δὲ πρόσθʼ αὐτοῖο ἔπος τέ μιν ἀντίον ηὔδα· Πάνδαρε ποῦ τοι τόξον ἰδὲ πτερόεντες ὀϊστοὶ καὶ κλέος; ᾧ οὔ τίς τοι ἐρίζεται ἐνθάδε γʼ ἀνήρ, οὐδέ τις ἐν Λυκίῃ σέο γʼ εὔχεται εἶναι ἀμείνων. ἀλλʼ ἄγε τῷδʼ ἔφες ἀνδρὶ βέλος Διὶ χεῖρας ἀνασχὼν ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν· εἰ μή τις θεός ἐστι κοτεσσάμενος Τρώεσσιν ἱρῶν μηνίσας· χαλεπὴ δὲ θεοῦ ἔπι μῆνις. τὸν δʼ αὖτε προσέειπε Λυκάονος ἀγλαὸς υἱός· Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων

İlyada ·Kitap 5 ·161-180

· · ·



ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα. αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ, αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε. τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή· καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη, ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ. αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων· ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα, ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ· αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας, κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν. ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών, καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο, δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν,

Odysseia ·Kitap 19 ·501-520

· · ·

Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα, οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν. οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ, τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην, τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν, Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων

İlyada ·Kitap 2 ·821-840

· · ·



ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω. οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν· ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη. τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ

İlyada ·Kitap 5 ·241-260