TR EN AR
← جميع الأسماء

Pallas

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

49 مقطع · insan
يُعرف بـ

Παλλάς



νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι· ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν, Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς· τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον, οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν. ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες. ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας, χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,

Odysseia ·Kitap 4 ·281-300

· · ·



πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς, ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην. ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα. ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη. Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι, Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν. δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες. τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος, ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών,

İlyada ·Kitap 18 ·301-320

· · ·



ὁ δὲ φρεσὶν ᾗσι νοήσας θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι. αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς. τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη. τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια· κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο, οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο. ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα· ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν· Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας, ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί· τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς

Odysseia ·Kitap 1 ·321-340

· · ·



ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον, αὐτίκʼ Ὀδυσσεὺς εὔχετʼ Ἀθηναίῃ γλαυκώπιδι ὃν κατὰ θυμόν· κλῦθι θεά, ἀγαθή μοι ἐπίρροθος ἐλθὲ ποδοῖιν. ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη, γυῖα δʼ ἔθηκεν ἐλαφρά, πόδας καὶ χεῖρας ὕπερθεν. ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλον ἐπαΐξασθαι ἄεθλον, ἔνθʼ Αἴας μὲν ὄλισθε θέων, βλάψεν γὰρ Ἀθήνη, τῇ ῥα βοῶν κέχυτʼ ὄνθος ἀποκταμένων ἐριμύκων, οὓς ἐπὶ Πατρόκλῳ πέφνεν πόδας ὠκὺς Ἀχιλλεύς· ἐν δʼ ὄνθου βοέου πλῆτο στόμα τε ῥῖνάς τε· κρητῆρʼ αὖτʼ ἀνάειρε πολύτλας δῖος Ὀδυσσεύς, ὡς ἦλθε φθάμενος· ὃ δὲ βοῦν ἕλε φαίδιμος Αἴας. στῆ δὲ κέρας μετὰ χερσὶν ἔχων βοὸς ἀγραύλοιο

İlyada ·Kitap 23 ·761-780

· · ·



ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη. τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ, υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά. ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος, ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε· τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός, οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ, Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο, τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,

Odysseia ·Kitap 3 ·381-400

· · ·



εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο, ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ· Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν. ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη· Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι, κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς. ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα· μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται. οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·

Odysseia ·Kitap 15 ·1-20

· · ·



τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν. ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων· ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν· σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο. αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα· αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει·

Odysseia ·Kitap 23 ·142-161

· · ·



αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν. ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα. οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί, αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι· εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή, ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.

Odysseia ·Kitap 20 ·341-360

· · ·



τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην· τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ, Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει· ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς, εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον, ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο, ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω, ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν. ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,

Odysseia ·Kitap 4 ·821-840

· · ·



αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο· κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη· νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος. δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη. αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.

Odysseia ·Kitap 6 ·321-331

· · ·



τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω· λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι. βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι, ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο. ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·

Odysseia ·Kitap 3 ·221-240

· · ·



ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ· αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται. ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές, μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν. καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο. τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον. τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις, οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι, μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες· ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,

Odysseia ·Kitap 13 ·361-380

· · ·



ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο, ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ. ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι, ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο· οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον. ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε. τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.

İlyada ·Kitap 20 ·141-160

· · ·



τοὔνεκα νῦν αὐτός τʼ ἀναχάζομαι ἠδὲ καὶ ἄλλους Ἀργείους ἐκέλευσα ἀλήμεναι ἐνθάδε πάντας· γιγνώσκω γὰρ Ἄρηα μάχην ἀνὰ κοιρανέοντα. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ μήτε σύ γʼ Ἄρηα τό γε δείδιθι μήτε τινʼ ἄλλον ἀθανάτων, τοίη τοι ἐγὼν ἐπιτάρροθός εἰμι· ἀλλʼ ἄγʼ ἐπʼ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους, τύψον δὲ σχεδίην μηδʼ ἅζεο θοῦρον Ἄρηα τοῦτον μαινόμενον, τυκτὸν κακόν, ἀλλοπρόσαλλον, ὃς πρῴην μὲν ἐμοί τε καὶ Ἥρῃ στεῦτʼ ἀγορεύων Τρωσὶ μαχήσεσθαι, ἀτὰρ Ἀργείοισιν ἀρήξειν, νῦν δὲ μετὰ Τρώεσσιν ὁμιλεῖ, τῶν δὲ λέλασται. ὣς φαμένη Σθένελον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε, χειρὶ πάλιν ἐρύσασʼ, ὃ δʼ ἄρʼ ἐμμαπέως ἀπόρουσεν· ἣ δʼ ἐς δίφρον ἔβαινε παραὶ Διομήδεα δῖον ἐμμεμαυῖα θεά· μέγα δʼ ἔβραχε φήγινος ἄξων βριθοσύνῃ· δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρά τʼ ἄριστον. λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη·

İlyada ·Kitap 5 ·821-840

· · ·



ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν, ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν. ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται, οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι, αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται· ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε· στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν. ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν. ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,

İlyada ·Kitap 18 ·201-220

· · ·



τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή· γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε. Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ. τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί· ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός· ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν. Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ, τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός, πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον

İlyada ·Kitap 5 ·61-80

· · ·

Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε· ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν, ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν, ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν. οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος· καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ· ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος, ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη, ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν. Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα· ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε·

İlyada ·Kitap 22 ·261-280

· · ·



ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων· νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα. ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων, βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων, ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.

İlyada ·Kitap 20 ·301-320

· · ·



ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην, χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει· τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη· ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν, ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός· αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι· μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι. τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην· αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή, ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,

İlyada ·Kitap 21 ·281-300

· · ·



τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας, Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι· Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι, αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι· δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα. τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους. τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν. χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ· κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη,

İlyada ·Kitap 10 ·261-280