…
τὼ μὲν ἄρʼ ἡβήσαντε μελαινάων ἐπὶ νηῶν Ἴλιον εἰς εὔπωλον ἅμʼ Ἀργείοισιν ἑπέσθην, τιμὴν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ ἀρνυμένω· τὼ δʼ αὖθι τέλος θανάτοιο κάλυψεν. οἵω τώ γε λέοντε δύω ὄρεος κορυφῇσιν ἐτραφέτην ὑπὸ μητρὶ βαθείης τάρφεσιν ὕλης· τὼ μὲν ἄρʼ ἁρπάζοντε βόας καὶ ἴφια μῆλα σταθμοὺς ἀνθρώπων κεραΐζετον, ὄφρα καὶ αὐτὼ ἀνδρῶν ἐν παλάμῃσι κατέκταθεν ὀξέϊ χαλκῷ· τοίω τὼ χείρεσσιν ὑπʼ Αἰνείαο δαμέντε καππεσέτην, ἐλάτῃσιν ἐοικότες ὑψηλῇσι.
İlyada
·Kitap 5
·541-560
…
ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν, αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ. ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων; Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον, πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας· στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·
İlyada
·Kitap 8
·261-280
…
ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν, οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται. ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση· αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι. τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει, τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης. ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον, αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν· πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ, τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος, Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
Odysseia
·Kitap 13
·241-260