…
ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν, ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν, ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται, Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν, ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει, οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο. ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε, νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει· κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι·
İlyada
·Kitap 18
·481-500
· · ·
…
ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ, ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ. ὥς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι. τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε. τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα. ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι, ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει, πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε·
Odysseia
·Kitap 5
·121-140
· · ·
…
τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι, καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην, Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην, οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα· ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι. οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ φυλόπιδα στήσειν πολυάικος πολέμοιο. Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη. καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο· ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ, ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
Odysseia
·Kitap 11
·301-320
· · ·
…
ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων. ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν· ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων. ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν, χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν, ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα, ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ. τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα, τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές. καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν, κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα, γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον, δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί· Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,
Odysseia
·Kitap 11
·561-580
· · ·
…
τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα· τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ, εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα. ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά· οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε. γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς. αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν, ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει, οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο· τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων, ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα. ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων, ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ·
Odysseia
·Kitap 5
·261-280
· · ·
…
τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο, ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ, ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι. λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται, καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν· ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι· τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς· Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι
İlyada
·Kitap 22
·21-40