…
ἵππους δʼ ἐξελάσας μεγαθύμου Τυδέος υἱὸς δῶκεν ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας. Τρῶες δὲ μεγάθυμοι ἐπεὶ ἴδον υἷε Δάρητος τὸν μὲν ἀλευάμενον, τὸν δὲ κτάμενον παρʼ ὄχεσφι, πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ γλαυκῶπις Ἀθήνη χειρὸς ἑλοῦσʼ ἐπέεσσι προσηύδα θοῦρον Ἄρηα· Ἆρες Ἄρες βροτολοιγὲ μιαιφόνε τειχεσιπλῆτα οὐκ ἂν δὴ Τρῶας μὲν ἐάσαιμεν καὶ Ἀχαιοὺς μάρνασθʼ, ὁπποτέροισι πατὴρ Ζεὺς κῦδος ὀρέξῃ, νῶϊ δὲ χαζώμεσθα, Διὸς δʼ ἀλεώμεθα μῆνιν; ὣς εἰποῦσα μάχης ἐξήγαγε θοῦρον Ἄρηα· τὸν μὲν ἔπειτα καθεῖσεν ἐπʼ ἠϊόεντι Σκαμάνδρῳ, Τρῶας δʼ ἔκλιναν Δαναοί· ἕλε δʼ ἄνδρα ἕκαστος ἡγεμόνων· πρῶτος δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἀρχὸν Ἁλιζώνων Ὀδίον μέγαν ἔκβαλε δίφρου· πρώτῳ γὰρ στρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
İlyada
·Kitap 5
·21-40
…
τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς Ἀχιλῆϊ ἄνακτι· ἀλλʼ ἄγετε κλητοὺς ὀτρύνομεν, οἵ κε τάχιστα ἔλθωσʼ ἐς κλισίην Πηληϊάδεω Ἀχιλῆος. εἰ δʼ ἄγε τοὺς ἂν ἐγὼ ἐπιόψομαι οἳ δὲ πιθέσθων. Φοῖνιξ μὲν πρώτιστα Διῒ φίλος ἡγησάσθω, αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσσεύς· κηρύκων δʼ Ὀδίος τε καὶ Εὐρυβάτης ἅμʼ ἑπέσθων. φέρτε δὲ χερσὶν ὕδωρ, εὐφημῆσαί τε κέλεσθε, ὄφρα Διὶ Κρονίδῃ ἀρησόμεθʼ, αἴ κʼ ἐλεήσῃ. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπεν. αὐτίκα κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, ὁρμῶντʼ ἐκ κλισίης Ἀγαμέμνονος Ἀτρεΐδαο. τοῖσι δὲ πόλλʼ ἐπέτελλε Γερήνιος ἱππότα Νέστωρ δενδίλλων ἐς ἕκαστον, Ὀδυσσῆϊ δὲ μάλιστα,
İlyada
·Kitap 9
·161-180
…
αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει. Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο. αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος, Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν. Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων, οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής· ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν, ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
İlyada
·Kitap 2
·841-860