TR EN AR
← جميع الأسماء

Neleus

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

13 مقطع · insan
يُعرف بـ

Νηλεύς



ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς, μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν, ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων, ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων· δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων, ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης, τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς. ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον, Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν

Odysseia ·Kitap 15 ·221-240

· · ·



εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων, οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί. ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε. Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους. ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο· πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος· τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους. στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,

İlyada ·Kitap 23 ·341-360

· · ·



αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην. στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον, δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους. τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους. ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι· τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ

İlyada ·Kitap 23 ·501-520

· · ·



ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ, ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν, οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων, λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος· ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν, σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης. τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως, πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες. τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ, ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην, ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.

Odysseia ·Kitap 3 ·401-420

· · ·



οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον· σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο. μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες. Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής, ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι. τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν· Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί, ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος; νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην. ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.

Odysseia ·Kitap 4 ·621-640

· · ·



ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων, ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν. ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας. στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν. τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν.

İlyada ·Kitap 11 ·582-601

· · ·



κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ· οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον, ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν· ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι· δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν· τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο. ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο. ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας. καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας

İlyada ·Kitap 11 ·682-701

· · ·



ὥς ποτʼ ἔον· νῦν αὖτε νεώτεροι ἀντιοώντων ἔργων τοιούτων· ἐμὲ δὲ χρὴ γήραϊ λυγρῷ πείθεσθαι, τότε δʼ αὖτε μετέπρεπον ἡρώεσσιν. ἀλλʼ ἴθι καὶ σὸν ἑταῖρον ἀέθλοισι κτερέϊζε. τοῦτο δʼ ἐγὼ πρόφρων δέχομαι, χαίρει δέ μοι ἦτορ, ὥς μευ ἀεὶ μέμνησαι ἐνηέος, οὐδέ σε λήθω, τιμῆς ἧς τέ μʼ ἔοικε τετιμῆσθαι μετʼ Ἀχαιοῖς. σοὶ δὲ θεοὶ τῶνδʼ ἀντὶ χάριν μενοεικέα δοῖεν. ὣς φάτο, Πηλεΐδης δὲ πολὺν καθʼ ὅμιλον Ἀχαιῶν ᾤχετʼ, ἐπεὶ πάντʼ αἶνον ἐπέκλυε Νηλεΐδαο. αὐτὰρ ὃ πυγμαχίης ἀλεγεινῆς θῆκεν ἄεθλα· ἡμίονον ταλαεργὸν ἄγων κατέδησʼ ἐν ἀγῶνι ἑξέτεʼ ἀδμήτην, ἥ τʼ ἀλγίστη δαμάσασθαι· τῷ δʼ ἄρα νικηθέντι τίθει δέπας ἀμφικύπελλον. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· Ἀτρεΐδη τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥ περ ἀρίστω, πὺξ μάλʼ ἀνασχομένω πεπληγέμεν· ᾧ δέ κʼ Ἀπόλλων

İlyada ·Kitap 23 ·641-660

· · ·



τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι, τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε, δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται. ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη, θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή. καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν, ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε, Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,

Odysseia ·Kitap 11 ·281-300

· · ·



λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν. αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα, ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε. νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς· αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων. ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα, τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι. τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν, Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην. τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,

Odysseia ·Kitap 11 ·241-260

· · ·



ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας, ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο, ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός. ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων. αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν, πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν, εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο.

İlyada ·Kitap 10 ·1-20

· · ·



τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης. ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς. ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος· τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες. ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους· οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα. ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη.

İlyada ·Kitap 11 ·702-721

· · ·

Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην, οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν· οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον, ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ. ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους. εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον, οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί· ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη. τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν· τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν. ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο· εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε. λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ· ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί.

Odysseia ·Kitap 3 ·1-20