…
οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον· ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων. νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν. τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε· εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν· οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω,
İlyada
·Kitap 1
·161-180
· · ·
…
ἀλλʼ οἵ γʼ οὐ πολέμοιο δυσηχέος ἐμνώοντο· οὐ γὰρ ἔην ὅς τίς σφιν ἐπὶ στίχας ἡγήσαιτο· κεῖτο γὰρ ἐν νήεσσι ποδάρκης δῖος Ἀχιλλεὺς κούρης χωόμενος Βρισηΐδος ἠϋκόμοιο, τὴν ἐκ Λυρνησσοῦ ἐξείλετο πολλὰ μογήσας Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης, κὰδ δὲ Μύνητʼ ἔβαλεν καὶ Ἐπίστροφον ἐγχεσιμώρους, υἱέας Εὐηνοῖο Σεληπιάδαο ἄνακτος· τῆς ὅ γε κεῖτʼ ἀχέων, τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν. οἳ δʼ εἶχον Φυλάκην καὶ Πύρασον ἀνθεμόεντα Δήμητρος τέμενος, Ἴτωνά τε μητέρα μήλων, ἀγχίαλόν τʼ Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην, τῶν αὖ Πρωτεσίλαος ἀρήϊος ἡγεμόνευε ζωὸς ἐών· τότε δʼ ἤδη ἔχεν κάτα γαῖα μέλαινα. τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο
İlyada
·Kitap 2
·681-700
· · ·
…
Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων· σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός· τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων. ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ. ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται. τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι· καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι, αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
İlyada
·Kitap 11
·782-801
· · ·
…
Βρισηῒς δʼ ἄρʼ ἔπειτʼ ἰκέλη χρυσέῃ Ἀφροδίτῃ ὡς ἴδε Πάτροκλον δεδαϊγμένον ὀξέϊ χαλκῷ, ἀμφʼ αὐτῷ χυμένη λίγʼ ἐκώκυε, χερσὶ δʼ ἄμυσσε στήθεά τʼ ἠδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα. εἶπε δʼ ἄρα κλαίουσα γυνὴ ἐϊκυῖα θεῇσι· Πάτροκλέ μοι δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα, νῦν δέ σε τεθνηῶτα κιχάνομαι ὄρχαμε λαῶν ἂψ ἀνιοῦσʼ· ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί. ἄνδρα μὲν ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέϊ χαλκῷ, τρεῖς τε κασιγνήτους, τούς μοι μία γείνατο μήτηρ, κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον. οὐδὲ μὲν οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος, κλαίειν, ἀλλά μʼ ἔφασκες Ἀχιλλῆος θείοιο κουριδίην ἄλοχον θήσειν, ἄξειν τʼ ἐνὶ νηυσὶν ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι. τώ σʼ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί.
İlyada
·Kitap 19
·281-300
· · ·
Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς. αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν. αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς, τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα, τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα. τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον. τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ, πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων. αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,
İlyada
·Kitap 16
·181-200
· · ·
Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν· ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα. εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων, ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη· τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν. ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα. Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν· τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα. αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·
İlyada
·Kitap 19
·1-20
· · ·
…
πάντες δʼ ὑλοτόμοι φιτροὺς φέρον· ὡς γὰρ ἀνώγει Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος. κὰδ δʼ ἄρʼ ἐπʼ ἀκτῆς βάλλον ἐπισχερώ, ἔνθʼ ἄρʼ Ἀχιλλεὺς φράσσατο Πατρόκλῳ μέγα ἠρίον ἠδὲ οἷ αὐτῷ. αὐτὰρ ἐπεὶ πάντῃ παρακάββαλον ἄσπετον ὕλην ἥατʼ ἄρʼ αὖθι μένοντες ἀολλέες. αὐτὰρ Ἀχιλλεὺς αὐτίκα Μυρμιδόνεσσι φιλοπτολέμοισι κέλευσε χαλκὸν ζώννυσθαι, ζεῦξαι δʼ ὑπʼ ὄχεσφιν ἕκαστον ἵππους· οἳ δʼ ὄρνυντο καὶ ἐν τεύχεσσιν ἔδυνον, ἂν δʼ ἔβαν ἐν δίφροισι παραιβάται ἡνίοχοί τε, πρόσθε μὲν ἱππῆες, μετὰ δὲ νέφος εἵπετο πεζῶν μυρίοι· ἐν δὲ μέσοισι φέρον Πάτροκλον ἑταῖροι. θριξὶ δὲ πάντα νέκυν καταείνυσαν, ἃς ἐπέβαλλον κειρόμενοι· ὄπιθεν δὲ κάρη ἔχε δῖος Ἀχιλλεὺς ἀχνύμενος· ἕταρον γὰρ ἀμύμονα πέμπʼ Ἄϊδος δέ. οἳ δʼ ὅτε χῶρον ἵκανον ὅθί σφισι πέφραδʼ Ἀχιλλεὺς κάτθεσαν, αἶψα δέ οἱ μενοεικέα νήεον ὕλην. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς·
İlyada
·Kitap 23
·121-140
· · ·
…
φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος, αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι. τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν. τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται. καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι, τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει, οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν· ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ. ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,
İlyada
·Kitap 21
·181-200
· · ·
…
τοὺς δʼ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης κινήσῃ ἀέκων, οἳ δʼ ἄλκιμον ἦτορ ἔχοντες πρόσσω πᾶς πέτεται καὶ ἀμύνει οἷσι τέκεσσι. τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες ἐκ νηῶν ἐχέοντο· βοὴ δʼ ἄσβεστος ὀρώρει. Πάτροκλος δʼ ἑτάροισιν ἐκέκλετο μακρὸν ἀΰσας· Μυρμιδόνες ἕταροι Πηληϊάδεω Ἀχιλῆος ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, ὡς ἂν Πηλεΐδην τιμήσομεν, ὃς μέγʼ ἄριστος Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες, γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἣν ἄτην, ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου, ἐν δʼ ἔπεσον Τρώεσσιν ἀολλέες· ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν. Τρῶες δʼ ὡς εἴδοντο Μενοιτίου ἄλκιμον υἱὸν αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι μαρμαίροντας, πᾶσιν ὀρίνθη θυμός, ἐκίνηθεν δὲ φάλαγγες
İlyada
·Kitap 16
·261-280
· · ·
…
πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι· πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε. τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο· ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα, αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι, ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα. τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη
İlyada
·Kitap 16
·161-180
· · ·
Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι. ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο. ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω. εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους, οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός, εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν. πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους, οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα. Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες, ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον. ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν· ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα. καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε, ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
Odysseia
·Kitap 3
·181-200
· · ·
…
τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ. τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν· ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον. τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν. υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην, ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον, ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν, Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης. ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο, τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς, μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους. τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
Odysseia
·Kitap 4
·1-20
· · ·
…
σεῖο δʼ, Ἀχιλλεῦ, οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω. πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ. ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε· μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ. βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ, ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη, ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν. ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες, ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί. εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι, ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν, ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε, οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε. οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο, τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
Odysseia
·Kitap 11
·481-500