TR EN AR
← جميع الأسماء

Minos

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

5 مقطع · insan
يُعرف بـ

Μίνως

Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην, κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν. Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην, ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας· πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων. Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας; ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς· τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν

Odysseia ·Kitap 11 ·321-340

· · ·



ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί. οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης. τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα; ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν, πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων· ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς. Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ, καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες. ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί, ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί. τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής, πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος

Odysseia ·Kitap 19 ·161-180

· · ·



δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει, ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης· Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω. δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο, ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω, ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον· Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα, Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν. ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ

İlyada ·Kitap 13 ·441-460

· · ·



φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι, Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν. ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων, προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι, ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ. οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων. ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων. αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ, σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν, οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας, εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον, μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ, οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.

Odysseia ·Kitap 17 ·521-540

· · ·



ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων. ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν· ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων. ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν, χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν, ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα, ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ. τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα, τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές. καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν, κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα, γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον, δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί· Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,

Odysseia ·Kitap 11 ·561-580