TR EN AR
← جميع الأسماء

Mentor

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

14 مقطع · insan
يُعرف بـ

Μέντωρ



καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ, ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν, ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ. τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα· αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος, ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη. κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας, οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει. ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός, τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ. μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων. τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,

Odysseia ·Kitap 4 ·641-660

· · ·



τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα· Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί. εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ, οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα, ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι, εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες. ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος, τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης, οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι. ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην. ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν. οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος, μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος. Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,

Odysseia ·Kitap 2 ·241-260

· · ·



ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη, Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε· Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο, ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι. ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην. μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι· πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος· Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ. ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω· ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν, ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις. αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ, κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,

Odysseia ·Kitap 22 ·201-220

· · ·



ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον, νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν· οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ, εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί, πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι, σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια. πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις, ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι; ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν. ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην, ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο. αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.

Odysseia ·Kitap 22 ·221-240

· · ·



τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω· λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι. βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι, ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο. ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο. τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·

Odysseia ·Kitap 3 ·221-240

· · ·



ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος, καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα, πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν· ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς, ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι· ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν. ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο· σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι. νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι

Odysseia ·Kitap 2 ·221-240

· · ·



ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ. ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.

Odysseia ·Kitap 24 ·541-548

· · ·



τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε. ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας, ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον. οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες, χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον. πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ· δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν

Odysseia ·Kitap 3 ·21-40

· · ·

Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη· τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο. ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον. αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον, ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης, οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι, ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα. τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη. τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε· Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας, ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα. εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,

Odysseia ·Kitap 17 ·61-80

· · ·



τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς· αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν· Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών, ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι, μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις. ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε· τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω· υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν. τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη· ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων, εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί, αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος. ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη

Odysseia ·Kitap 24 ·501-520