…
γαστέρι δʼ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς· λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο; ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν ὅς κε θάνῃσι νηλέα θυμὸν ἔχοντας ἐπʼ ἤματι δακρύσαντας· ὅσσοι δʼ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρʼ ἔτι μᾶλλον ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ ἑσσάμενοι χροῒ χαλκὸν ἀτειρέα. μηδέ τις ἄλλην λαῶν ὀτρυντὺν ποτιδέγμενος ἰσχαναάσθω· ἥδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται ὅς κε λίπηται νηυσὶν ἐπʼ Ἀργείων· ἀλλʼ ἀθρόοι ὁρμηθέντες Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα. ἦ, καὶ Νέστορος υἷας ὀπάσσατο κυδαλίμοιο Φυλεΐδην τε Μέγητα Θόαντά τε Μηριόνην τε καὶ Κρειοντιάδην Λυκομήδεα καὶ Μελάνιππον·
İlyada
·Kitap 19
·221-240
· · ·
…
ἕπτʼ ἔσαν ἡγεμόνες φυλάκων, ἑκατὸν δὲ ἑκάστῳ κοῦροι ἅμα στεῖχον δολίχʼ ἔγχεα χερσὶν ἔχοντες· κὰδ δὲ μέσον τάφρου καὶ τείχεος ἷζον ἰόντες· ἔνθα δὲ πῦρ κήαντο, τίθεντο δὲ δόρπα ἕκαστος. Ἀτρεΐδης δὲ γέροντας ἀολλέας ἦγεν Ἀχαιῶν ἐς κλισίην, παρὰ δέ σφι τίθει μενοεικέα δαῖτα. οἳ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον ἐν σοὶ μὲν λήξω, σέο δʼ ἄρξομαι, οὕνεκα πολλῶν λαῶν ἐσσι ἄναξ καί τοι Ζεὺς ἐγγυάλιξε σκῆπτρόν τʼ ἠδὲ θέμιστας, ἵνά σφισι βουλεύῃσθα. τώ σε χρὴ περὶ μὲν φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι,
İlyada
·Kitap 9
·81-100
· · ·
Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα. ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη· οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν. ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον. τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης, στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν, ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει, καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι. τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος, ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι· ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο. Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων· οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων, ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι. ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν
İlyada
·Kitap 17
·341-360
· · ·
…
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε μέγας Τελαμώνιος Αἴας. αὐτίκʼ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα· Αἶαν σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης, ἑσταότες Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι· αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο· αἶψα δʼ ἐλεύσομαι αὖτις, ἐπὴν εὖ τοῖς ἐπαμύνω. ὣς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας, καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος· τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα. εὖτε Μενεσθῆος μεγαθύμου πύργον ἵκοντο τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο, οἳ δʼ ἐπʼ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἶσοι ἴφθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες· σὺν δʼ ἐβάλοντο μάχεσθαι ἐναντίον, ὦρτο δʼ ἀϋτή. Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον μαρμάρῳ ὀκριόεντι βαλών, ὅ ῥα τείχεος ἐντὸς
İlyada
·Kitap 12
·361-380