TR EN AR
← جميع الأسماء

Koon

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

4 مقطع · insan
يُعرف بـ

Κόων



δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε, βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά. τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος. στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον, νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε, ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή. ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο, ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος. ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους· τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα·

İlyada ·Kitap 11 ·241-260

· · ·



καί ῥʼ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες, καὶ μὴν οἳ τότε γʼ εἰς ἀγορὴν ἴσαν, οὕνεκʼ Ἀχιλλεὺς ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς. τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς ἔγχει ἐρειδομένω· ἔτι γὰρ ἔχον ἕλκεα λυγρά· κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες. αὐτὰρ ὃ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἕλκος ἔχων· καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί. αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί, τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς· Ἀτρεΐδη ἦ ἄρ τι τόδʼ ἀμφοτέροισιν ἄρειον ἔπλετο σοὶ καὶ ἐμοί, ὅ τε νῶΐ περ ἀχνυμένω κῆρ θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης; τὴν ὄφελʼ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ ἤματι τῷ ὅτʼ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας·

İlyada ·Kitap 19 ·41-60

· · ·



τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα. τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων, ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή, ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας. ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη, καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·

İlyada ·Kitap 15 ·21-40

· · ·



τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος· Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται· Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι. ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας. ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ, εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν· τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ.

İlyada ·Kitap 14 ·241-260