…
οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι, γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι· τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ. οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον· οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν· ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω, μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.
İlyada
·Kitap 3
·141-160
· · ·
…
τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν· οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν. ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε· ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν, Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο. τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων. ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.
İlyada
·Kitap 15
·401-420
· · ·
…
οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες, αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα. αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος, ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί. ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος, κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν· ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε. Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι. αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε, βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε.
Odysseia
·Kitap 16
·322-341
· · ·
…
Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης, Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε, ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ. τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι, τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα. Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι· τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ
İlyada
·Kitap 15
·421-440
· · ·
…
τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων, ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ· αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους. αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων· ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης, ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον. Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα· Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης, ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων· τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη. Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα· Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος· Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα· αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.
İlyada
·Kitap 20
·221-240