…
ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν. εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν, αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά. εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι, βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι, ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ. ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι. αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι· τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν, φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο· οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν, μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
Odysseia
·Kitap 12
·341-360
· · ·
Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι, πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο. δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο, Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο. δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ· κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι, ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο· ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν. ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν. ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ. αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ· σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
Odysseia
·Kitap 12
·261-280
· · ·
Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν· ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων, οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται. ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις· βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει, ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων· οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα, ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος· ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο
İlyada
·Kitap 8
·461-480
· · ·
…
ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν, μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν· ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι. Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα, ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά, πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν, οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν, νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε, ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα. τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν, μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς. τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε· εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον, νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς,
Odysseia
·Kitap 12
·121-140
· · ·
…
οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν, ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα. αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο, μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν. καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος, βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης, καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή. οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν· Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ. οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες. ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς. αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ· Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος, οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
Odysseia
·Kitap 12
·361-380
· · ·
…
ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας, Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν, οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος, ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης. ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν. τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο, τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης· τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα· ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται· ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν, ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα, εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς, Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην, μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν· ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
Odysseia
·Kitap 1
·21-40
· · ·
…
πειρήθη δʼ ἕο αὐτοῦ ἐν ἔντεσι δῖος Ἀχιλλεύς, εἰ οἷ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· τῷ δʼ εὖτε πτερὰ γίγνετʼ, ἄειρε δὲ ποιμένα λαῶν. ἐκ δʼ ἄρα σύριγγος πατρώϊον ἐσπάσατʼ ἔγχος βριθὺ μέγα στιβαρόν· τὸ μὲν οὐ δύνατʼ ἄλλος Ἀχαιῶν πάλλειν, ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεύς, Πηλιάδα μελίην, τὴν πατρὶ φίλῳ πόρε Χείρων Πηλίου ἐκ κορυφῆς φόνον ἔμμεναι ἡρώεσσιν· ἵππους δʼ Αὐτομέδων τε καὶ Ἄλκιμος ἀμφιέποντες ζεύγνυον· ἀμφὶ δὲ καλὰ λέπαδνʼ ἕσαν, ἐν δὲ χαλινοὺς γαμφηλῇς ἔβαλον, κατὰ δʼ ἡνία τεῖναν ὀπίσσω κολλητὸν ποτὶ δίφρον. ὃ δὲ μάστιγα φαεινὴν χειρὶ λαβὼν ἀραρυῖαν ἐφʼ ἵπποιιν ἀνόρουσεν Αὐτομέδων· ὄπιθεν δὲ κορυσσάμενος βῆ Ἀχιλλεὺς τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ Ὑπερίων, σμερδαλέον δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο· Ξάνθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης
İlyada
·Kitap 19
·381-400
· · ·
…
ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ· αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο, νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ. τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν. ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον, οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν· τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι. ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν, τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν
Odysseia
·Kitap 1
·1-20