…
νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει· ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι. πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν. ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως· βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος, οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι. οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ, ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ, θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα· ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι,
İlyada
·Kitap 13
·781-800
· · ·
…
τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι· Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός; ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ· ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων, ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
İlyada
·Kitap 13
·761-780
· · ·
…
ἦ γὰρ ἔγωγε δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω. ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους, αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο· αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω. ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων. οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν. αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.
İlyada
·Kitap 13
·741-760
· · ·
…
Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας· ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται, ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος· Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε, στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων
İlyada
·Kitap 6
·61-80
· · ·
…
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι· στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν· Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι· ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι· οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν· ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας, καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας, μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες. κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς· κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο
İlyada
·Kitap 7
·41-60
· · ·
…
ἔνθα τίνα πρῶτον τίνα δʼ ὕστατον ἐξενάριξαν Ἕκτωρ τε Πριάμοιο πάϊς καὶ χάλκεος Ἄρης; ἀντίθεον Τεύθραντʼ, ἐπὶ δὲ πλήξιππον Ὀρέστην, Τρῆχόν τʼ αἰχμητὴν Αἰτώλιον Οἰνόμαόν τε, Οἰνοπίδην θʼ Ἕλενον καὶ Ὀρέσβιον αἰολομίτρην, ὅς ῥʼ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς, λίμνῃ κεκλιμένος Κηφισίδι· πὰρ δέ οἱ ἄλλοι ναῖον Βοιωτοὶ μάλα πίονα δῆμον ἔχοντες. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη, ἦ ῥʼ ἅλιον τὸν μῦθον ὑπέστημεν Μενελάῳ Ἴλιον ἐκπέρσαντʼ εὐτείχεον ἀπονέεσθαι, εἰ οὕτω μαίνεσθαι ἐάσομεν οὖλον Ἄρηα. ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
İlyada
·Kitap 5
·701-720
· · ·
…
αὐτὰρ ἔγωγε πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω. ἦ καὶ σκηπανίῳ δίεπʼ ἀνέρας· οἳ δʼ ἴσαν ἔξω σπερχομένοιο γέροντος· ὃ δʼ υἱάσιν οἷσιν ὁμόκλα νεικείων Ἕλενόν τε Πάριν τʼ Ἀγάθωνά τε δῖον Πάμμονά τʼ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν· ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε· σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες· αἴθʼ ἅμα πάντες Ἕκτορος ὠφέλετʼ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι. ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ τέκον υἷας ἀρίστους Τροίῃ ἐν εὐρείῃ, τῶν δʼ οὔ τινά φημι λελεῖφθαι, Μήστορά τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην Ἕκτορά θʼ, ὃς θεὸς ἔσκε μετʼ ἀνδράσιν, οὐδὲ ἐῴκει ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο. τοὺς μὲν ἀπώλεσʼ Ἄρης, τὰ δʼ ἐλέγχεα πάντα λέλειπται
İlyada
·Kitap 24
·241-260
· · ·
Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας. καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης· ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων· Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν. ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν· ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν, ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε. Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν. ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε· τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.
İlyada
·Kitap 13
·561-580
· · ·
Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον· βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε. τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ. Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός. ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ, ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός. Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος. ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος. καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ, αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν.
İlyada
·Kitap 13
·581-600
· · ·
…
οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο, ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον. ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ· οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο. οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι, οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ. τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ, τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
İlyada
·Kitap 12
·81-100