…
τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν, Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο, Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται· ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους, δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα· χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν. αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα· ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ; ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
Odysseia
·Kitap 4
·121-140
· · ·
…
νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι· ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν, Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς· τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον, οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν. ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες. ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας, χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
Odysseia
·Kitap 4
·281-300
· · ·
…
αὐτὴ δʼ αὖ Ἑλένην καλέουσʼ ἴε· τὴν δὲ κίχανε πύργῳ ἐφʼ ὑψηλῷ, περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν· χειρὶ δὲ νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα, γρηῒ δέ μιν ἐϊκυῖα παλαιγενέϊ προσέειπεν εἰροκόμῳ, ἥ οἱ Λακεδαίμονι ναιετοώσῃ ἤσκειν εἴρια καλά, μάλιστα δέ μιν φιλέεσκε· τῇ μιν ἐεισαμένη προσεφώνεε δῖʼ Ἀφροδίτη· δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι. κεῖνος ὅ γʼ ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι κάλλεΐ τε στίλβων καὶ εἵμασιν· οὐδέ κε φαίης ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν, ἀλλὰ χορὸν δὲ ἔρχεσθʼ, ἠὲ χοροῖο νέον λήγοντα καθίζειν. ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· καί ῥʼ ὡς οὖν ἐνόησε θεᾶς περικαλλέα δειρὴν στήθεά θʼ ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα, θάμβησέν τʼ ἄρʼ ἔπειτα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν; ἦ πῄ με προτέρω πολίων εὖ ναιομενάων
İlyada
·Kitap 3
·381-400
· · ·
…
σὺ δέ μοι χαίρων ἀφίκοιο οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν. ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων. καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ· τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος. ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε. χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα· εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων· πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας·
Odysseia
·Kitap 15
·121-140
· · ·
…
ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης· ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδʼ ἀσύφηλον· ἀλλʼ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων, ἢ ἑκυρή, ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί, ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες σῇ τʼ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι. τὼ σέ θʼ ἅμα κλαίω καὶ ἔμʼ ἄμμορον ἀχνυμένη κῆρ· οὐ γάρ τίς μοι ἔτʼ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν. ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων. λαοῖσιν δʼ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν· ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ, μὴ δέ τι θυμῷ δείσητʼ Ἀργείων πυκινὸν λόχον· ἦ γὰρ Ἀχιλλεὺς πέμπων μʼ ὧδʼ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
İlyada
·Kitap 24
·761-780
· · ·
…
εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι. ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς. αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα, ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον, τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν· τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ, ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων. βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί. αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ, τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο· τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
İlyada
·Kitap 6
·281-300
· · ·
…
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο, Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα· ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο. καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην· αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης· κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ. καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο· αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων, ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν, καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν
İlyada
·Kitap 4
·161-180
· · ·
Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθεν εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι, τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων Λαοδίκην Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην. τὴν δʼ εὗρʼ ἐν μεγάρῳ· ἣ δὲ μέγαν ἱστὸν ὕφαινε δίπλακα πορφυρέην, πολέας δʼ ἐνέπασσεν ἀέθλους Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, οὕς ἑθεν εἵνεκʼ ἔπασχον ὑπʼ Ἄρηος παλαμάων· ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· δεῦρʼ ἴθι νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων, οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα ἐν πεδίῳ ὀλοοῖο λιλαιόμενοι πολέμοιο· οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγεν. αὐτὰρ Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο· τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις. ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων·
İlyada
·Kitap 3
·121-140
· · ·
…
τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν· μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι, ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος, αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων. ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς, ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ· τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας. αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα, οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης.
Odysseia
·Kitap 15
·81-100
· · ·
…
ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν, ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν, οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα, οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν, ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ, ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω. τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα· ἀλλʼ ὄλεθʼ ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε· καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο. ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα, βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων. ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν, εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν. ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν· ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον, αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα· ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
Odysseia
·Kitap 14
·61-80
· · ·
…
ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς· δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα· μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν, οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι. αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα, οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα. αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν. οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ, εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
Odysseia
·Kitap 23
·202-221
· · ·
…
ὣς ἔφαθʼ, οἳ δʼ ἔσχοντο μάχης ἄνεῴ τʼ ἐγένοντο ἐσσυμένως· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε· κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρεν. ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς τεύχεα κάλʼ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸν δʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον οἴους ἀμφʼ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται κτήμαθʼ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδʼ ἀγέσθω· οἳ δʼ ἄλλοι φιλότητα καὶ ὅρκια πιστὰ τάμωμεν. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Μενέλαος· κέκλυτε νῦν καὶ ἐμεῖο· μάλιστα γὰρ ἄλγος ἱκάνει θυμὸν ἐμόν, φρονέω δὲ διακρινθήμεναι ἤδη Ἀργείους καὶ Τρῶας, ἐπεὶ κακὰ πολλὰ πέπασθε εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς·
İlyada
·Kitap 3
·81-100
· · ·
…
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο. κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος, οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε· μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο, τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός· τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν· Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ. τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν, κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν. καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
Odysseia
·Kitap 4
·181-200
· · ·
…
ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον, νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν· οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ, εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί, πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι, σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια. πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις, ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι; ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν. ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην, ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο. αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.
Odysseia
·Kitap 22
·221-240
· · ·
…
ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν· ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα· Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος, καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ. τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος, ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο. τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός, σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
Odysseia
·Kitap 15
·41-60
· · ·
…
ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ, δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς, ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον· ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
Odysseia
·Kitap 4
·561-580
· · ·
…
πρὶν μὲν γάρ μοι θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος ἱπποβότοιο αὐτοῦ ἐνὶ Τροίῃ, σὲ δέ τε Φθίην δὲ νέεσθαι, ὡς ἄν μοι τὸν παῖδα θοῇ ἐνὶ νηῒ μελαίνῃ Σκυρόθεν ἐξαγάγοις καί οἱ δείξειας ἕκαστα κτῆσιν ἐμὴν δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα. ἤδη γὰρ Πηλῆά γʼ ὀΐομαι ἢ κατὰ πάμπαν τεθνάμεν, ἤ που τυτθὸν ἔτι ζώοντʼ ἀκάχησθαι γήραΐ τε στυγερῷ καὶ ἐμὴν ποτιδέγμενον αἰεὶ λυγρὴν ἀγγελίην, ὅτʼ ἀποφθιμένοιο πύθηται. ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο γέροντες, μνησάμενοι τὰ ἕκαστος ἐνὶ μεγάροισιν ἔλειπον· μυρομένους δʼ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων,
İlyada
·Kitap 19
·321-340
· · ·
…
τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι· Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός; ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ· ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων, ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
İlyada
·Kitap 13
·761-780
· · ·
…
οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι, γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι· τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ. οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον· οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν· ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω, μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.
İlyada
·Kitap 3
·141-160
· · ·
…
εἰ δʼ ἂν ἐμοὶ τιμὴν Πρίαμος Πριάμοιό τε παῖδες τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος, αὐτὰρ ἐγὼ καὶ ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς αὖθι μένων, ἧός κε τέλος πολέμοιο κιχείω. ἦ, καὶ ἀπὸ στομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ· καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς ἀσπαίροντας θυμοῦ δευομένους· ἀπὸ γὰρ μένος εἵλετο χαλκός. οἶνον δʼ ἐκ κρητῆρος ἀφυσσόμενοι δεπάεσσιν ἔκχεον, ἠδʼ εὔχοντο θεοῖς αἰειγενέτῃσιν. ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν ὧδέ σφʼ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος
İlyada
·Kitap 3
·281-300