TR EN AR
← جميع الأسماء

Glaukos

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

17 مقطع · insan
يُعرف بـ

Γλαῦκος



εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν, ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι. τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός· Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις; οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν. φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη· ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν· ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο, ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν, Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν, αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην· τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ, ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν, Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε. τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια

İlyada ·Kitap 6 ·141-160

· · ·



ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν· Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο, φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ· ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.

İlyada ·Kitap 6 ·101-120

· · ·



αὐτίκα δὲ Γλαῦκον προσέφη παῖδʼ Ἱππολόχοιο· Γλαῦκε τί ἢ δὴ νῶϊ τετιμήμεσθα μάλιστα ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν ἐν Λυκίῃ, πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας καλὸν φυταλιῆς καὶ ἀρούρης πυροφόροιο; τὼ νῦν χρὴ Λυκίοισι μέτα πρώτοισιν ἐόντας ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι, ὄφρά τις ὧδʼ εἴπῃ Λυκίων πύκα θωρηκτάων· οὐ μὰν ἀκλεέες Λυκίην κάτα κοιρανέουσιν ἡμέτεροι βασιλῆες, ἔδουσί τε πίονα μῆλα οἶνόν τʼ ἔξαιτον μελιηδέα· ἀλλʼ ἄρα καὶ ἲς

İlyada ·Kitap 12 ·301-320

· · ·



Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι. Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη, οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας. Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων, οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα· τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην, Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα, ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον, ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων. Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.

İlyada ·Kitap 2 ·861-877

· · ·

Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο φθιμένου ἑτάροιο, ἴθυσεν δὲ διὰ προμάχων ἴρηκι ἐοικὼς ὠκέϊ, ὅς τʼ ἐφόβησε κολοιούς τε ψῆράς τε· ὣς ἰθὺς Λυκίων Πατρόκλεες ἱπποκέλευθε ἔσσυο καὶ Τρώων, κεχόλωσο δὲ κῆρ ἑτάροιο. καί ῥʼ ἔβαλε Σθενέλαον Ἰθαιμένεος φίλον υἱὸν αὐχένα χερμαδίῳ, ῥῆξεν δʼ ἀπὸ τοῖο τένοντας. χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ. ὅσση δʼ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται, ἥν ῥά τʼ ἀνὴρ ἀφέῃ πειρώμενος ἢ ἐν ἀέθλῳ ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὕπο θυμοραϊστέων, τόσσον ἐχώρησαν Τρῶες, ὤσαντο δʼ Ἀχαιοί. Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων ἐτράπετʼ, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον Χάλκωνος φίλον υἱόν, ὃς Ἑλλάδι οἰκία ναίων ὄλβῳ τε πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι. τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον οὔτασε δουρὶ στρεφθεὶς ἐξαπίνης, ὅτε μιν κατέμαρπτε διώκων· δούπησεν δὲ πεσών· πυκινὸν δʼ ἄχος ἔλλαβʼ Ἀχαιούς, ὡς ἔπεσʼ ἐσθλὸς ἀνήρ· μέγα δὲ Τρῶες κεχάροντο,

İlyada ·Kitap 16 ·581-600

· · ·



ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι, ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος, ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων κτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον· Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴ αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν· νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι. πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι· αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ. σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.

İlyada ·Kitap 16 ·481-500

· · ·



ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων. Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος. ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν· τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων·

İlyada ·Kitap 17 ·201-220

· · ·



ὦ πέπον εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε αἰεὶ δὴ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε ἔσσεσθʼ, οὔτέ κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην οὔτέ κε σὲ στέλλοιμι μάχην ἐς κυδιάνειραν· νῦν δʼ ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο μυρίαι, ἃς οὐκ ἔστι φυγεῖν βροτὸν οὐδʼ ὑπαλύξαι, ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν. ὣς ἔφατʼ, οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε· τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε. τοὺς δὲ ἰδὼν ῥίγησʼ υἱὸς Πετεῶο Μενεσθεύς· τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες. πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν εἴ τινʼ ἴδοιτο ἡγεμόνων, ὅς τίς οἱ ἀρὴν ἑτάροισιν ἀμύναι· ἐς δʼ ἐνόησʼ Αἴαντε δύω πολέμου ἀκορήτω ἑσταότας, Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα ἐγγύθεν· ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν· τόσσος γὰρ κτύπος ἦεν, ἀϋτὴ δʼ οὐρανὸν ἷκε, βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν καὶ πυλέων· πᾶσαι γὰρ ἐπώχατο, τοὶ δὲ κατʼ αὐτὰς

İlyada ·Kitap 12 ·321-340

· · ·



Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδʼ Ἱππολόχοιο ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο, ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης. ἂψ δʼ ἀπὸ τείχεος ἆλτο λαθών, ἵνα μή τις Ἀχαιῶν βλήμενον ἀθρήσειε καὶ εὐχετόῳτʼ ἐπέεσσι. Σαρπήδοντι δʼ ἄχος γένετο Γλαύκου ἀπιόντος αὐτίκʼ ἐπεί τʼ ἐνόησεν· ὅμως δʼ οὐ λήθετο χάρμης, ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ ἑσπόμενος πέσε δουρὶ πρηνής, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ, Σαρπηδὼν δʼ ἄρʼ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν ἕλχʼ, ἣ δʼ ἕσπετο πᾶσα διαμπερές, αὐτὰρ ὕπερθε τεῖχος ἐγυμνώθη, πολέεσσι δὲ θῆκε κέλευθον. τὸν δʼ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθʼ ὃ μὲν ἰῷ

İlyada ·Kitap 12 ·381-400

· · ·



ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε· βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος. Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα, ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ, τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη. Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον· Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων, ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ. Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν, ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει, πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων· ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει. Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν

İlyada ·Kitap 17 ·121-140