…
ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο. τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε; οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής, πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός. ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν,
Odysseia
·Kitap 21
·321-340
· · ·
…
ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας· ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη· ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος. Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα, θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ· ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων· οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ· εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν· ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός. νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας
Odysseia
·Kitap 21
·241-260
· · ·
…
εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο, ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ· Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν. ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη· Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι, κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς. ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα· μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται. οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·
Odysseia
·Kitap 15
·1-20
· · ·
…
εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα, φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε. ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον, καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος, Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα, αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα, ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
Odysseia
·Kitap 18
·381-400
· · ·
…
αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν. ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα. οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός. τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα. οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί, αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι· εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή, ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς.
Odysseia
·Kitap 20
·341-360
· · ·
…
ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν· πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον. Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας, ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί, πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ. ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων, Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα, οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων, ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων, ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας. νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι, τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος, χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
Odysseia
·Kitap 22
·41-60
· · ·
…
τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς, τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι. αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη, ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας, αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος. αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν, ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα. τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο, σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
Odysseia
·Kitap 17
·241-260
· · ·
…
Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής, ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι. τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο· ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς. ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς, φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι· βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην, ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει. ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι; ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ; εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,
Odysseia
·Kitap 21
·181-200
· · ·
…
ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην, δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο. τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν; ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο; τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει. ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο, Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν, τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι·
Odysseia
·Kitap 15
·501-520
· · ·
…
αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο. μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος. τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν, κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε. κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει· ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί. ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον· ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην, ἀγροῦ ἐπʼ ἐσχατιῆς μισθὸς δέ τοι ἄρκιος ἔσται αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων; ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι,
Odysseia
·Kitap 18
·341-360