TR EN AR
← جميع الأسماء

Eumedes

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

3 مقطع · insan
يُعرف بـ

Εὐμήδης



δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο, νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς κήρυκος θείοιο πολύχρυσος πολύχαλκος, ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης· αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν. ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν· Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι.

İlyada ·Kitap 10 ·301-320

· · ·



τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω. τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός· τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω. πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί, πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί. ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα; εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων· ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος. τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι· ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται· τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν

İlyada ·Kitap 10 ·421-440

· · ·



ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν; ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι; πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί; ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς. τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός· τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω. Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί, βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει. ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι

İlyada ·Kitap 10 ·401-420