TR EN AR
← جميع الأسماء

Eumai

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

6 مقطع · insan
يُعرف بـ

Εὔμαι



ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων, φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων. νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω· ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες· πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ; αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ· μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ, εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν, ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν. ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,

Odysseia ·Kitap 16 ·61-80

· · ·



νόησε δὲ δῖος Ὀδυσσεὺς σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν. αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα· Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν, ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω. οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης, ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο, κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος, κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ. ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ, ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς

Odysseia ·Kitap 16 ·1-20

· · ·



καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα, εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε, ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος. εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα, οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν. οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη· νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι. δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες,

Odysseia ·Kitap 17 ·301-320

· · ·

Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ· οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν. ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον, τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει. καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν, οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος. τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα· καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ, ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε. τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια· οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης; ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης. τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος,

Odysseia ·Kitap 17 ·561-580

· · ·



οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι. τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ· Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ. ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα· αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς· ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν· ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.

Odysseia ·Kitap 15 ·481-500

· · ·



ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο. γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων. ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα. ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας, δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ· εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε· μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα. τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·

Odysseia ·Kitap 17 ·261-280