TR EN AR
← جميع الأسماء

Eumaios

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

33 مقطع · insan
يُعرف بـ

Εὔμαιος



αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων, ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε· κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι· ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους. ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ. καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ, καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην, εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες. αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν. ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,

Odysseia ·Kitap 15 ·301-320

· · ·



ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο. αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας, ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων. ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης, κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

Odysseia ·Kitap 14 ·341-360

· · ·



ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω. εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη, ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες. ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος, τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον. ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος, ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά, ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος, πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη, ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος. ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας, εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους· αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον

Odysseia ·Kitap 14 ·461-480

· · ·



τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ· εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι, πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ. ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα κρύβδην· κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι. ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ πέδιλα, δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός, ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ. στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα· οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν, οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,

Odysseia ·Kitap 16 ·142-161

· · ·



ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη· δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν, ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος· νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας, οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες· τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα, νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις. οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός, αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει, πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει. ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν. ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ

Odysseia ·Kitap 14 ·501-520

· · ·



τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι. ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον. ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο, σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη, ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα, λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο. τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν· ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ;

Odysseia ·Kitap 16 ·442-461

· · ·



βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον, πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη. οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν, ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι. τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα. ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν, αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην· ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι, πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες; ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας; τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

Odysseia ·Kitap 17 ·361-380

· · ·



ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα. ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον· κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε, ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα. ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον. θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο· ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων, τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο, τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ. ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν,

Odysseia ·Kitap 21 ·61-80

· · ·



οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι; τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα, ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά. ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν· ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια, μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ. εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα, ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι. τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

Odysseia ·Kitap 17 ·541-560

· · ·



ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν. ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα. αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι, οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·

Odysseia ·Kitap 16 ·122-141