…
τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός· ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ, τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν. τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες, οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην, ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι. ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ
İlyada
·Kitap 4
·521-540
· · ·
Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων. κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον. αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός, Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο, ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι, ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου· κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα. ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης. ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα, γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
Odysseia
·Kitap 11
·521-540
· · ·
Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν· αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν. ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος; ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει; οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι. ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε. βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν· Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν. τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη
İlyada
·Kitap 15
·501-520
· · ·
…
ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε, πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς· αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο. οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο·
İlyada
·Kitap 13
·681-700
· · ·
…
ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς· Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων. ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων· λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις, ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί, ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας. ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ, ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν. αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς, αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν, ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν. ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν, ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
Odysseia
·Kitap 8
·481-500
· · ·
…
οἳ δʼ ἔχον Ἀρκαδίην ὑπὸ Κυλλήνης ὄρος αἰπὺ Αἰπύτιον παρὰ τύμβον ἵνʼ ἀνέρες ἀγχιμαχηταί, οἳ Φενεόν τʼ ἐνέμοντο καὶ Ὀρχομενὸν πολύμηλον Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην καὶ Τεγέην εἶχον καὶ Μαντινέην ἐρατεινὴν Στύμφηλόν τʼ εἶχον καὶ Παρρασίην ἐνέμοντο, τῶν ἦρχʼ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ ἑξήκοντα νεῶν· πολέες δʼ ἐν νηῒ ἑκάστῃ Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν. αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει. οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον ὅσσον ἐφʼ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα πέτρη τʼ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει, τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δʼ ἀνδρὶ ἑκάστῳ νῆες ἕποντο θοαί, πολέες δʼ ἔμβαινον Ἐπειοί. τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην
İlyada
·Kitap 2
·601-620
· · ·
…
τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ· νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας. αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ, αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα· τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι. κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός. σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
Odysseia
·Kitap 13
·261-280
· · ·
…
καὶ τότε δή ῥʼ Αἴαντι περιδείσαντες Ἀχαιοὶ παυσαμένους ἐκέλευσαν ἀέθλια ἶσʼ ἀνελέσθαι. αὐτὰρ Τυδεΐδῃ δῶκεν μέγα φάσγανον ἥρως σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι. αὐτὰρ Πηλεΐδης θῆκεν σόλον αὐτοχόωνον ὃν πρὶν μὲν ῥίπτασκε μέγα σθένος Ἠετίωνος· ἀλλʼ ἤτοι τὸν ἔπεφνε ποδάρκης δῖος Ἀχιλλεύς, τὸν δʼ ἄγετʼ ἐν νήεσσι σὺν ἄλλοισι κτεάτεσσι. στῆ δʼ ὀρθὸς καὶ μῦθον ἐν Ἀργείοισιν ἔειπεν· ὄρνυσθʼ οἳ καὶ τούτου ἀέθλου πειρήσεσθε. εἴ οἱ καὶ μάλα πολλὸν ἀπόπροθι πίονες ἀγροί, ἕξει μιν καὶ πέντε περιπλομένους ἐνιαυτοὺς χρεώμενος· οὐ μὲν γάρ οἱ ἀτεμβόμενός γε σιδήρου ποιμὴν οὐδʼ ἀροτὴρ εἶσʼ ἐς πόλιν, ἀλλὰ παρέξει. ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα μενεπτόλεμος Πολυποίτης, ἂν δὲ Λεοντῆος κρατερὸν μένος ἀντιθέοιο, ἂν δʼ Αἴας Τελαμωνιάδης καὶ δῖος Ἐπειός. ἑξείης δʼ ἵσταντο, σόλον δʼ ἕλε δῖος Ἐπειός, ἧκε δὲ δινήσας· γέλασαν δʼ ἐπὶ πάντες Ἀχαιοί.
İlyada
·Kitap 23
·821-840
· · ·
…
οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην. ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι. ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς. ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν,
Odysseia
·Kitap 24
·421-440
· · ·
…
κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ· οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον, ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν· ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι· δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν· τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο. ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο. ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας. καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας
İlyada
·Kitap 11
·682-701
· · ·
…
αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες. καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα, εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ. ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε· τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες, ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη. ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους, πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν.
İlyada
·Kitap 11
·742-761
· · ·
…
ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο. ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά, ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι, αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην, δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες· ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος· εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ. ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος, πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους, Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο, πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην, ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών.
İlyada
·Kitap 11
·722-741
· · ·
…
ὣς ἔφατʼ, ὄρνυτο δʼ αὐτίκʼ ἀνὴρ ἠΰς τε μέγας τε εἰδὼς πυγμαχίης υἱὸς Πανοπῆος Ἐπειός, ἅψατο δʼ ἡμιόνου ταλαεργοῦ φώνησέν τε· ἆσσον ἴτω ὅς τις δέπας οἴσεται ἀμφικύπελλον· ἡμίονον δʼ οὔ φημί τινʼ ἀξέμεν ἄλλον Ἀχαιῶν πυγμῇ νικήσαντʼ, ἐπεὶ εὔχομαι εἶναι ἄριστος. ἦ οὐχ ἅλις ὅττι μάχης ἐπιδεύομαι; οὐδʼ ἄρα πως ἦν ἐν πάντεσσʼ ἔργοισι δαήμονα φῶτα γενέσθαι. ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· ἀντικρὺ χρόα τε ῥήξω σύν τʼ ὀστέʼ ἀράξω. κηδεμόνες δέ οἱ ἐνθάδʼ ἀολλέες αὖθι μενόντων, οἵ κέ μιν ἐξοίσουσιν ἐμῇς ὑπὸ χερσὶ δαμέντα. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. Εὐρύαλος δέ οἱ οἶος ἀνίστατο ἰσόθεος φὼς Μηκιστῆος υἱὸς Ταλαϊονίδαο ἄνακτος, ὅς ποτε Θήβας δʼ ἦλθε δεδουπότος Οἰδιπόδαο ἐς τάφον· ἔνθα δὲ πάντας ἐνίκα Καδμείωνας.
İlyada
·Kitap 23
·661-680
· · ·
…
ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν, αὐτὰρ ἔπειτα δῶκεν ἱμάντας ἐϋτμήτους βοὸς ἀγραύλοιο. τὼ δὲ ζωσαμένω βήτην ἐς μέσσον ἀγῶνα, ἄντα δʼ ἀνασχομένω χερσὶ στιβαρῇσιν ἅμʼ ἄμφω σύν ῥʼ ἔπεσον, σὺν δέ σφι βαρεῖαι χεῖρες ἔμιχθεν. δεινὸς δὲ χρόμαδος γενύων γένετʼ, ἔρρεε δʼ ἱδρὼς πάντοθεν ἐκ μελέων· ἐπὶ δʼ ὄρνυτο δῖος Ἐπειός, κόψε δὲ παπτήναντα παρήϊον· οὐδʼ ἄρʼ ἔτι δὴν ἑστήκειν· αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα. ὡς δʼ ὅθʼ ὑπὸ φρικὸς Βορέω ἀναπάλλεται ἰχθὺς θίνʼ ἐν φυκιόεντι, μέλαν δέ ἑ κῦμα κάλυψεν, ὣς πληγεὶς ἀνέπαλτʼ· αὐτὰρ μεγάθυμος Ἐπειὸς χερσὶ λαβὼν ὤρθωσε· φίλοι δʼ ἀμφέσταν ἑταῖροι, οἵ μιν ἄγον διʼ ἀγῶνος ἐφελκομένοισι πόδεσσιν αἷμα παχὺ πτύοντα κάρη βάλλονθʼ ἑτέρωσε· κὰδ δʼ ἀλλοφρονέοντα μετὰ σφίσιν εἷσαν ἄγοντες, αὐτοὶ δʼ οἰχόμενοι κόμισαν δέπας ἀμφικύπελλον. Πηλεΐδης δʼ αἶψʼ ἄλλα κατὰ τρίτα θῆκεν ἄεθλα
İlyada
·Kitap 23
·681-700
· · ·
…
ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος, καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης· ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο. ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν. Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο. ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι. τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον. δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν, ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.
Odysseia
·Kitap 15
·281-300