TR EN AR
← جميع الأسماء

Eos

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

74 مقطع · insan
يُعرف بـ

ἠώς

Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό. χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο. ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.

İlyada ·Kitap 8 ·561-565

· · ·



τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν. ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν, Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων, ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε, λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν. ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς εἰς ἀγορήν οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω, ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν· οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα· μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι

Odysseia ·Kitap 16 ·362-381

· · ·



ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα. φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή, θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες. αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ, τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν. ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκην ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν. ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων·

Odysseia ·Kitap 12 ·1-20

· · ·

Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν. ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον· ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν. οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν. ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας. ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ, τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν, τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν. ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας, ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν

İlyada ·Kitap 7 ·421-440

· · ·



ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι, οὐδὲ δύνανται ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν. τὸν δʼ ἠμείβετʼ ἔπειτα γέρων Πρίαμος θεοειδής· εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος εἴς, ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον, ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς, ἦέ μιν ἤδη ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς. τὸν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδʼ οἰωνοί, ἀλλʼ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ αὔτως ἐν κλισίῃσι· δυωδεκάτη δέ οἱ ἠὼς κειμένῳ, οὐδέ τί οἱ χρὼς σήπεται, οὐδέ μιν εὐλαὶ ἔσθουσʼ, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν. ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ, οὐδέ μιν αἰσχύνει· θηοῖό κεν αὐτὸς ἐπελθὼν οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται, οὐδέ ποθι μιαρός· σὺν δʼ ἕλκεα πάντα μέμυκεν

İlyada ·Kitap 24 ·401-420

· · ·



Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον, αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον, ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν, ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων. τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε. Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε· ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη· αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος· ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς, ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν. τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν, ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,

Odysseia ·Kitap 15 ·241-260

· · ·



ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη· δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν, ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος· νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα. τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας, οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες· τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα, νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις. οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ. αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός, αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει, πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει. ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν. ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ

Odysseia ·Kitap 14 ·501-520

· · ·

Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν, Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον· κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι, ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα. ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ· ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον, ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης· γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων. εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες· σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·

İlyada ·Kitap 8 ·1-20

· · ·



ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων· τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες, κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην. ἔνθʼ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν, οὐδέ ποθʼ Ἥρῃ οὐδὲ Ποσειδάωνʼ οὐδὲ γλαυκώπιδι κούρῃ, ἀλλʼ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκʼ ἄτης, ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο, τὴν δʼ ᾔνησʼ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν. ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς, καὶ τότʼ ἄρʼ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων· σχέτλιοί ἐστε θεοί, δηλήμονες· οὔ νύ ποθʼ ὑμῖν Ἕκτωρ μηρίʼ ἔκηε βοῶν αἰγῶν τε τελείων; τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι ᾗ τʼ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ καὶ πατέρι Πριάμῳ λαοῖσί τε, τοί κέ μιν ὦκα ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν. ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθʼ ἐπαρήγειν, ᾧ οὔτʼ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα

İlyada ·Kitap 24 ·21-40

· · ·



ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν, τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν. τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν. αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν, ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν, αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ, καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς· δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος, ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια· τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν· αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω. ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν, οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί. ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.

Odysseia ·Kitap 18 ·301-320

· · ·

Ἠὼς μὲν κροκόπεπλος ἀπʼ Ὠκεανοῖο ῥοάων ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν· ἣ δʼ ἐς νῆας ἵκανε θεοῦ πάρα δῶρα φέρουσα. εὗρε δὲ Πατρόκλῳ περικείμενον ὃν φίλον υἱὸν κλαίοντα λιγέως· πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι μύρονθʼ· ἣ δʼ ἐν τοῖσι παρίστατο δῖα θεάων, ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τέκνον ἐμὸν τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ κεῖσθαι, ἐπεὶ δὴ πρῶτα θεῶν ἰότητι δαμάσθη· τύνη δʼ Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο καλὰ μάλʼ, οἷʼ οὔ πώ τις ἀνὴρ ὤμοισι φόρησεν. ὡς ἄρα φωνήσασα θεὰ κατὰ τεύχεʼ ἔθηκε πρόσθεν Ἀχιλλῆος· τὰ δʼ ἀνέβραχε δαίδαλα πάντα. Μυρμιδόνας δʼ ἄρα πάντας ἕλε τρόμος, οὐδέ τις ἔτλη ἄντην εἰσιδέειν, ἀλλʼ ἔτρεσαν. αὐτὰρ Ἀχιλλεὺς ὡς εἶδʼ, ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε δεινὸν ὑπὸ βλεφάρων ὡς εἰ σέλας ἐξεφάανθεν· τέρπετο δʼ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα. αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο δαίδαλα λεύσσων αὐτίκα μητέρα ἣν ἔπεα πτερόεντα προσηύδα·

İlyada ·Kitap 19 ·1-20

· · ·



ὣς ἡμεῖς, εἴ πέρ τε πύλας καὶ τεῖχος Ἀχαιῶν ῥηξόμεθα σθένεϊ μεγάλῳ, εἴξωσι δʼ Ἀχαιοί, οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθʼ αὐτὰ κέλευθα· πολλοὺς γὰρ Τρώων καταλείψομεν, οὕς κεν Ἀχαιοὶ χαλκῷ δῃώσωσιν ἀμυνόμενοι περὶ νηῶν. ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ εἰδείη τεράων καί οἱ πειθοίατο λαοί. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· Πουλυδάμα, σὺ μὲν οὐκ ἔτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις· οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί, ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι βουλέων, ἅς τέ μοι αὐτὸς ὑπέσχετο καὶ κατένευσε· τύνη δʼ οἰωνοῖσι τανυπτερύγεσσι κελεύεις πείθεσθαι, τῶν οὔ τι μετατρέπομʼ οὐδʼ ἀλεγίζω εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.

İlyada ·Kitap 12 ·221-240

· · ·

Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι· Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν. στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν. κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε, τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.

İlyada ·Kitap 11 ·1-20

· · ·



τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες, ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους, ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο· σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί. μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας, πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον. νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα. καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου· εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε

Odysseia ·Kitap 11 ·361-380

· · ·



ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί, νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης. μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης. ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει, ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν, ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι. ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,

Odysseia ·Kitap 9 ·541-560

· · ·



ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας, ὣς Ἀχιλεὺς ἑτάροιο ὀδύρετο ὀστέα καίων, ἑρπύζων παρὰ πυρκαϊὴν ἁδινὰ στεναχίζων. ἦμος δʼ ἑωσφόρος εἶσι φόως ἐρέων ἐπὶ γαῖαν, ὅν τε μέτα κροκόπεπλος ὑπεὶρ ἅλα κίδναται ἠώς, τῆμος πυρκαϊὴ ἐμαραίνετο, παύσατο δὲ φλόξ. οἳ δʼ ἄνεμοι πάλιν αὖτις ἔβαν οἶκον δὲ νέεσθαι Θρηΐκιον κατὰ πόντον· ὃ δʼ ἔστενεν οἴδματι θύων. Πηλεΐδης δʼ ἀπὸ πυρκαϊῆς ἑτέρωσε λιασθεὶς κλίνθη κεκμηώς, ἐπὶ δὲ γλυκὺς ὕπνος ὄρουσεν· οἳ δʼ ἀμφʼ Ἀτρεΐωνα ἀολλέες ἠγερέθοντο· τῶν μιν ἐπερχομένων ὅμαδος καὶ δοῦπος ἔγειρεν, ἕζετο δʼ ὀρθωθεὶς καί σφεας πρὸς μῦθον ἔειπεν· Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσατʼ αἴθοπι οἴνῳ πᾶσαν, ὁπόσσον ἐπέσχε πυρὸς μένος· αὐτὰρ ἔπειτα ὀστέα Πατρόκλοιο Μενοιτιάδαο λέγωμεν εὖ διαγιγνώσκοντες· ἀριφραδέα δὲ τέτυκται·

İlyada ·Kitap 23 ·221-240

· · ·



ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο. κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος, οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε· μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο, τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός· τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν· Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ. τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν, κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν. καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε

Odysseia ·Kitap 4 ·181-200

· · ·



ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν· ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα· Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς. ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος, καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ. τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ. ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος, ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο. τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός, σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα

Odysseia ·Kitap 15 ·41-60

· · ·



αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, νεῦσʼ Αἴας Φοίνικι· νόησε δὲ δῖος Ὀδυσσεύς, πλησάμενος δʼ οἴνοιο δέπας δείδεκτʼ Ἀχιλῆα· χαῖρʼ Ἀχιλεῦ· δαιτὸς μὲν ἐΐσης οὐκ ἐπιδευεῖς ἠμὲν ἐνὶ κλισίῃ Ἀγαμέμνονος Ἀτρεΐδαο ἠδὲ καὶ ἐνθάδε νῦν, πάρα γὰρ μενοεικέα πολλὰ δαίνυσθʼ· ἀλλʼ οὐ δαιτὸς ἐπηράτου ἔργα μέμηλεν, ἀλλὰ λίην μέγα πῆμα διοτρεφὲς εἰσορόωντες δείδιμεν· ἐν δοιῇ δὲ σαωσέμεν ἢ ἀπολέσθαι νῆας ἐϋσσέλμους, εἰ μὴ σύ γε δύσεαι ἀλκήν. ἐγγὺς γὰρ νηῶν καὶ τείχεος αὖλιν ἔθεντο Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι κηάμενοι πυρὰ πολλὰ κατὰ στρατόν, οὐδʼ ἔτι φασὶ σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. Ζεὺς δέ σφι Κρονίδης ἐνδέξια σήματα φαίνων ἀστράπτει· Ἕκτωρ δὲ μέγα σθένεϊ βλεμεαίνων μαίνεται ἐκπάγλως πίσυνος Διί, οὐδέ τι τίει ἀνέρας οὐδὲ θεούς· κρατερὴ δέ ἑ λύσσα δέδυκεν. ἀρᾶται δὲ τάχιστα φανήμεναι Ἠῶ δῖαν·

İlyada ·Kitap 9 ·221-240

· · ·



ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ, δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς, ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον· ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.

Odysseia ·Kitap 4 ·561-580