…
νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα. σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ, ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν. εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα, τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο, ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν. ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα, δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ, καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ, εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
Odysseia
·Kitap 4
·721-740
· · ·
…
καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ, ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι; ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου. ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο, ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν. ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο· Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη, μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα. οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος, ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι, τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες· αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ.
Odysseia
·Kitap 24
·401-420
· · ·
…
ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς, ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί, ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω. ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην, βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα. οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο, τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς· ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες. ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν· στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν ἔσιδε πάντας· αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα· οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον. ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο, τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο· ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον, καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί. αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν,
Odysseia
·Kitap 24
·481-500
· · ·
…
ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον. οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος, ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν. οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ, ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν· ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς· δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί. ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ, καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν
Odysseia
·Kitap 24
·381-400
· · ·
…
ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν· ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί, οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών, ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις, θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις. ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ, ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ. τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις, κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν. ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
Odysseia
·Kitap 18
·321-340
· · ·
…
ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται, τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ· ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος, πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται· ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι, δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες. τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν, ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος· νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει, ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον. πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα, πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
Odysseia
·Kitap 17
·201-220
· · ·
…
ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο. ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας· βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν. καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον. αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον οὐδέ τις ἄλλος αἴτιος ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων. ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει, ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω. ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
Odysseia
·Kitap 22
·141-160
· · ·
…
οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων, οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε. τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ, λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων, χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων. τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα, στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι.
Odysseia
·Kitap 24
·221-240