TR EN AR
← جميع الأسماء

Damastorides

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

5 مقطع · insan
يُعرف بـ

Δαμαστορίδης



αὐτὰρ ἔπειτʼ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής. αὐτὰρ ἔπειτʼ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε Ἰφέα τʼ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ. Σαρπηδὼν δʼ ὡς οὖν ἴδʼ ἀμιτροχίτωνας ἑταίρους χέρσʼ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,

İlyada ·Kitap 16 ·401-420

· · ·



ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί. τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη, Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν. τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε· Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο, ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι. ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην. μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι· πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος· Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ. ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω· ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν, ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις. αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ, κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι,

Odysseia ·Kitap 22 ·201-220

· · ·



Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν. ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε, τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν, εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα· νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν. ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον, γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν, ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι, ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο, ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται,

Odysseia ·Kitap 20 ·321-340

· · ·



ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς, Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης· Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα· ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι. τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι. ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ. Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν· ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ. δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν. οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι· τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν

Odysseia ·Kitap 22 ·281-300

· · ·



τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων· ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους· καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών, οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι. τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά, ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι. τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν, ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη, τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν· ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια. αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων,

Odysseia ·Kitap 22 ·241-260