…
Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ, τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν· τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος, καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν, ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε. Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο, Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου, ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
İlyada
·Kitap 13
·401-420
· · ·
Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών, ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων ἐς πεδίον προχέοντο Σκαμάνδριον· αὐτὰρ ὑπὸ χθὼν σμερδαλέον κονάβιζε ποδῶν αὐτῶν τε καὶ ἵππων. ἔσταν δʼ ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι μυρίοι, ὅσσά τε φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ. ἠΰτε μυιάων ἁδινάων ἔθνεα πολλὰ αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν ὥρῃ ἐν εἰαρινῇ ὅτε τε γλάγος ἄγγεα δεύει, τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοὶ ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες. τοὺς δʼ ὥς τʼ αἰπόλια πλατέʼ αἰγῶν αἰπόλοι ἄνδρες ῥεῖα διακρίνωσιν ἐπεί κε νομῷ μιγέωσιν, ὣς τοὺς ἡγεμόνες διεκόσμεον ἔνθα καὶ ἔνθα ὑσμίνην δʼ ἰέναι, μετὰ δὲ κρείων Ἀγαμέμνων ὄμματα καὶ κεφαλὴν ἴκελος Διὶ τερπικεραύνῳ, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι. ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων
İlyada
·Kitap 2
·461-480
· · ·
…
τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι· Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός; ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ· ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων, ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς.
İlyada
·Kitap 13
·761-780
· · ·
…
ἦ γὰρ ἔγωγε δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω. ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους, αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο· αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω. ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων. οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν. αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι.
İlyada
·Kitap 13
·741-760
· · ·
…
ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν, οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν. αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου, ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς
İlyada
·Kitap 13
·381-400
· · ·
…
δή ῥα τότʼ ᾤμωξεν καὶ ὣ πεπλήγετο μηρὼ Ἄσιος Ὑρτακίδης, καὶ ἀλαστήσας ἔπος ηὔδα· Ζεῦ πάτερ ἦ ῥά νυ καὶ σὺ φιλοψευδὴς ἐτέτυξο πάγχυ μάλʼ· οὐ γὰρ ἔγωγʼ ἐφάμην ἥρωας Ἀχαιοὺς σχήσειν ἡμέτερόν γε μένος καὶ χεῖρας ἀάπτους. οἳ δʼ, ὥς τε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι οἰκία ποιήσωνται ὁδῷ ἔπι παιπαλοέσσῃ, οὐδʼ ἀπολείπουσιν κοῖλον δόμον, ἀλλὰ μένοντες ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων, ὣς οἵ γʼ οὐκ ἐθέλουσι πυλάων καὶ δύʼ ἐόντε χάσσασθαι πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ ἁλῶναι. ὣς ἔφατʼ, οὐδὲ Διὸς πεῖθε φρένα ταῦτʼ ἀγορεύων· Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι. ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν· ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι· πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον· Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ νηῶν ἠμύνοντο· θεοὶ δʼ ἀκαχήατο θυμὸν πάντες ὅσοι Δαναοῖσι μάχης ἐπιτάρροθοι ἦσαν.
İlyada
·Kitap 12
·161-180
· · ·
…
τρὶς μὲν ἐπʼ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο Πάτροκλος, τρὶς δʼ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων χείρεσσʼ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων. ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα· χάζεο διογενὲς Πατρόκλεες· οὔ νύ τοι αἶσα σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων, οὐδʼ ὑπʼ Ἀχιλλῆος, ὅς περ σέο πολλὸν ἀμείνων. ὣς φάτο, Πάτροκλος δʼ ἀνεχάζετο πολλὸν ὀπίσσω μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος. Ἕκτωρ δʼ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους· δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας, ἦ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι. ταῦτʼ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος, ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο· τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
İlyada
·Kitap 16
·701-720
· · ·
Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα, οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν. οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ, τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην, τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν, Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
İlyada
·Kitap 2
·821-840
· · ·
…
οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο, ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον. ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ· οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο. οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι, οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ. τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ, τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
İlyada
·Kitap 12
·81-100
· · ·
…
τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε, τοὶ δʼ ἅμʼ ἕποντο ὀξέα κεκλήγοντες· ἔφαντο γὰρ οὐκ ἔτʼ Ἀχαιοὺς σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι νήπιοι, ἐν δὲ πύλῃσι δύʼ ἀνέρας εὗρον ἀρίστους υἷας ὑπερθύμους Λαπιθάων αἰχμητάων, τὸν μὲν Πειριθόου υἷα κρατερὸν Πολυποίτην, τὸν δὲ Λεοντῆα βροτολοιγῷ ἶσον Ἄρηϊ. τὼ μὲν ἄρα προπάροιθε πυλάων ὑψηλάων ἕστασαν ὡς ὅτε τε δρύες οὔρεσιν ὑψικάρηνοι, αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετὸν ἤματα πάντα ῥίζῃσιν μεγάλῃσι διηνεκέεσσʼ ἀραρυῖαι· ὣς ἄρα τὼ χείρεσσι πεποιθότες ἠδὲ βίηφι μίμνον ἐπερχόμενον μέγαν Ἄσιον οὐδὲ φέβοντο. οἳ δʼ ἰθὺς πρὸς τεῖχος ἐΰδμητον βόας αὔας ὑψόσʼ ἀνασχόμενοι ἔκιον μεγάλῳ ἀλαλητῷ Ἄσιον ἀμφὶ ἄνακτα καὶ Ἰαμενὸν καὶ Ὀρέστην Ἀσιάδην τʼ Ἀδάμαντα Θόωνά τε Οἰνόμαόν τε.
İlyada
·Kitap 12
·121-140