…
ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα· εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ. τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα, ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων, καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει. χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα, δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα, δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας, χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας, τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι. τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·
Odysseia
·Kitap 24
·261-280
· · ·
…
τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν. τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς· αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν· Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών, ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι, μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις. ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε· τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω· υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν. τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη· ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων, εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί, αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος. ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη
Odysseia
·Kitap 24
·501-520
· · ·
…
τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω. ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε, σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο· ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι. μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς. ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
Odysseia
·Kitap 4
·741-760