Φύλαντος θυγάτηρ· τῆς δὲ κρατὺς ἀργεϊφόντης ἠράσατʼ, ὀφθαλμοῖσιν ἰδὼν μετὰ μελπομένῃσιν ἐν χορῷ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς. αὐτίκα δʼ εἰς ὑπερῷʼ ἀναβὰς παρελέξατο λάθρῃ Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ ἀγλαὸν υἱὸν Εὔδωρον πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν. αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια ἐξάγαγε πρὸ φόως δὲ καὶ ἠελίου ἴδεν αὐγάς, τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο ἠγάγετο πρὸς δώματʼ, ἐπεὶ πόρε μυρία ἕδνα, τὸν δʼ ὃ γέρων Φύλας εὖ ἔτρεφεν ἠδʼ ἀτίταλλεν ἀμφαγαπαζόμενος ὡς εἴ θʼ ἑὸν υἱὸν ἐόντα. τῆς δὲ τρίτης Πείσανδρος ἀρήϊος ἡγεμόνευε Μαιμαλίδης, ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν ἔγχεϊ μάρνασθαι μετὰ Πηλεΐωνος ἑταῖρον. τῆς δὲ τετάρτης ἦρχε γέρων ἱππηλάτα Φοῖνιξ, πέμπτης δʼ Ἀλκιμέδων Λαέρκεος υἱὸς ἀμύμων. αὐτὰρ ἐπεὶ δὴ πάντας ἅμʼ ἡγεμόνεσσιν Ἀχιλλεὺς στῆσεν ἐῢ κρίνας, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· Μυρμιδόνες μή τίς μοι ἀπειλάων λελαθέσθω,
İlyada
·Kitap 16
·181-200
· · ·
…
πεντήκοντʼ ἦσαν νῆες θοαί, ᾗσιν Ἀχιλλεὺς ἐς Τροίην ἡγεῖτο Διῒ φίλος· ἐν δὲ ἑκάστῃ πεντήκοντʼ ἔσαν ἄνδρες ἐπὶ κληῗσιν ἑταῖροι· πέντε δʼ ἄρʼ ἡγεμόνας ποιήσατο τοῖς ἐπεποίθει σημαίνειν· αὐτὸς δὲ μέγα κρατέων ἤνασσε. τῆς μὲν ἰῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο· ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη Σπερχειῷ ἀκάμαντι γυνὴ θεῷ εὐνηθεῖσα, αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷι, ὅς ῥʼ ἀναφανδὸν ὄπυιε πορὼν ἀπερείσια ἕδνα. τῆς δʼ ἑτέρης Εὔδωρος ἀρήϊος ἡγεμόνευε παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη
İlyada
·Kitap 16
·161-180
· · ·
…
ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς αὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ κάππεσʼ· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα. Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος μυὼν ἀνθρώπου πέλεται· περὶ δʼ ἔγχεος αἰχμῇ νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε. Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος· ἤριπε δὲ προπάροιθε. Μάρις δʼ αὐτοσχεδὰ δουρὶ Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς
İlyada
·Kitap 16
·301-320
· · ·
…
ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων, ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε
İlyada
·Kitap 17
·61-80
· · ·
…
ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ, Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι. εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων· ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον. τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν, πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ. τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο, αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς. ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο,
İlyada
·Kitap 4
·81-100
· · ·
…
πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων, μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι, ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο, μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
Odysseia
·Kitap 16
·282-301
· · ·
Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων, πρὸς δʼ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον· οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι τῶν ἄλλων μετά γʼ αὐτόν· ὃ δʼ ἔπρεπε καὶ διὰ πάντων. οἳ δʼ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι βάν ῥʼ ἰθὺς Δαναῶν λελιημένοι, οὐδʼ ἔτʼ ἔφαντο σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. ἔνθʼ ἄλλοι Τρῶες τηλεκλειτοί τʼ ἐπίκουροι βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο· ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος ὄρχαμος ἀνδρῶν αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα, ἀλλὰ σὺν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος παρὰ νηῶν ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν· πρόσθεν γάρ μιν μοῖρα δυσώνυμος ἀμφεκάλυψεν ἔγχεϊ Ἰδομενῆος ἀγαυοῦ Δευκαλίδαο. εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά, τῇ περ Ἀχαιοὶ ἐκ πεδίου νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι· τῇ ῥʼ ἵππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν
İlyada
·Kitap 12
·101-120