TR EN AR
← جميع الأسماء

Antinoos

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

35 مقطع · insan
يُعرف بـ

Ἀντίνοος



καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ, ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν, ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ. τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα· αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος, ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη. κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας, οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει. ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός, τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ. μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων. τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,

Odysseia ·Kitap 4 ·641-660

· · ·



τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν. ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν, Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων, ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα. αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε, λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν. ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς εἰς ἀγορήν οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω, ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν· οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα· μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι

Odysseia ·Kitap 16 ·362-381

· · ·



ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας· ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη· ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος. Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα, θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ· ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων· οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ· εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν· ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός. νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας

Odysseia ·Kitap 21 ·241-260

· · ·



ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε. τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί, Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει. οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν. ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος. οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα·

Odysseia ·Kitap 20 ·261-280

· · ·



βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον, πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη. οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν, ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι. τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα. ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν, αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην· ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι, πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες; ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας; τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

Odysseia ·Kitap 17 ·361-380

· · ·



ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν· πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον. Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας, ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί, πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ. ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων, Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα, οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων, ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων, ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας. νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι, τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος, χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·

Odysseia ·Kitap 22 ·41-60

· · ·



αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ· ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο, σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας, αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον, ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν. οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν. ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον, ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι· Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν. αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς, ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου, στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα. αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα,

Odysseia ·Kitap 24 ·161-180

· · ·



Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής, ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι. τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο· ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς. ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς, φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι· βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην, ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει. ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι; ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ; εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει. τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ,

Odysseia ·Kitap 21 ·181-200

· · ·



αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι, Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν· ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων. τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε· τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην; στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης, μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι· ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης. ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς· ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν· οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης, ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν. ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον, καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω

Odysseia ·Kitap 17 ·441-460

· · ·



ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε, κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν, αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, δεινόν τʼ ἀργαλέον τε, νεμεσσῶμαι δέ τʼ ἀκούων εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι. οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν· ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί. ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν· ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ, πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ, ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος, ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ, τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.

Odysseia ·Kitap 21 ·161-180