Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε, ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει· ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν. οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα. ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε. πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον· τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω
İlyada
·Kitap 4
·441-460
· · ·
…
Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ, τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν· τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος, καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν, ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε. Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο, Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου, ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
İlyada
·Kitap 13
·401-420
· · ·
…
ἦ ῥα, καὶ Αὐτομέδοντι φίλῳ ἐκέλευσεν ἑταίρῳ οἰσέμεναι κλισίηθεν· ὃ δʼ ᾤχετο καί οἱ ἔνεικεν, Εὐμήλῳ δʼ ἐν χερσὶ τίθει· ὃ δὲ δέξατο χαίρων. τοῖσι δὲ καὶ Μενέλαος ἀνίστατο θυμὸν ἀχεύων Ἀντιλόχῳ ἄμοτον κεχολωμένος· ἐν δʼ ἄρα κῆρυξ χειρὶ σκῆπτρον ἔθηκε, σιωπῆσαί τε κέλευσεν Ἀργείους· ὃ δʼ ἔπειτα μετηύδα ἰσόθεος φώς· Ἀντίλοχε πρόσθεν πεπνυμένε ποῖον ἔρεξας. ᾔσχυνας μὲν ἐμὴν ἀρετήν, βλάψας δέ μοι ἵππους τοὺς σοὺς πρόσθε βαλών, οἵ τοι πολὺ χείρονες ἦσαν. ἀλλʼ ἄγετʼ Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ἐς μέσον ἀμφοτέροισι δικάσσατε, μὴ δʼ ἐπʼ ἀρωγῇ, μή ποτέ τις εἴπῃσιν Ἀχαιῶν χαλκοχιτώνων· Ἀντίλοχον ψεύδεσσι βιησάμενος Μενέλαος οἴχεται ἵππον ἄγων, ὅτι οἱ πολὺ χείρονες ἦσαν ἵπποι, αὐτὸς δὲ κρείσσων ἀρετῇ τε βίῃ τε. εἰ δʼ ἄγʼ ἐγὼν αὐτὸς δικάσω, καί μʼ οὔ τινά φημι ἄλλον ἐπιπλήξειν Δαναῶν· ἰθεῖα γὰρ ἔσται.
İlyada
·Kitap 23
·561-580
· · ·
…
ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι· ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς. καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο, πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο, ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ, οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο. ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ, μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος, χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα. ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον
Odysseia
·Kitap 24
·61-80
· · ·
…
εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων, οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί. ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε. Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους. ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο· πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο Ἀντιλόχου· μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος· τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν· ὕστατος αὖτε Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους. στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς τηλόθεν ἐν λείῳ πεδίῳ· παρὰ δὲ σκοπὸν εἷσεν ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο,
İlyada
·Kitap 23
·341-360
· · ·
…
ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον· νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη. αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων. δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης. Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ· δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ. σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι, κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις
İlyada
·Kitap 18
·21-40
· · ·
…
ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο. κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος, οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε· μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο, τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός· τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν· Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ. τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν, κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν. καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
Odysseia
·Kitap 4
·181-200
· · ·
…
ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος. Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων· Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε· Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα, Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην· Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε. πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός· οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
İlyada
·Kitap 14
·502-521
· · ·
…
ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς αὐτίκʼ ἄρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν ἔγχεϊ ὀξυόεντι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· ῥῆξεν δʼ ὀστέον ἔγχος, ὃ δὲ πρηνὴς ἐπὶ γαίῃ κάππεσʼ· ἀτὰρ Μενέλαος ἀρήϊος οὖτα Θόαντα στέρνον γυμνωθέντα παρʼ ἀσπίδα, λῦσε δὲ γυῖα. Φυλεΐδης δʼ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος μυὼν ἀνθρώπου πέλεται· περὶ δʼ ἔγχεος αἰχμῇ νεῦρα διεσχίσθη· τὸν δὲ σκότος ὄσσε κάλυψε. Νεστορίδαι δʼ ὃ μὲν οὔτασʼ Ἀτύμνιον ὀξέϊ δουρὶ Ἀντίλοχος, λαπάρης δὲ διήλασε χάλκεον ἔγχος· ἤριπε δὲ προπάροιθε. Μάρις δʼ αὐτοσχεδὰ δουρὶ Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς
İlyada
·Kitap 16
·301-320
· · ·
…
τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος· Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει, νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται. ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ. ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας· δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε, βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους. τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο
İlyada
·Kitap 17
·681-700
· · ·
…
αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον, ἅρματα δὲ χρυσῷ πεπυκασμένα κασσιτέρῳ τε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὐδέ τι πολλὴ γίγνετʼ ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν ἐν λεπτῇ κονίῃ· τὼ δὲ σπεύδοντε πετέσθην. στῆ δὲ μέσῳ ἐν ἀγῶνι, πολὺς δʼ ἀνεκήκιεν ἱδρὼς ἵππων ἔκ τε λόφων καὶ ἀπὸ στέρνοιο χαμᾶζε. αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος, κλῖνε δʼ ἄρα μάστιγα ποτὶ ζυγόν· οὐδὲ μάτησεν ἴφθιμος Σθένελος, ἀλλʼ ἐσσυμένως λάβʼ ἄεθλον, δῶκε δʼ ἄγειν ἑτάροισιν ὑπερθύμοισι γυναῖκα καὶ τρίποδʼ ὠτώεντα φέρειν· ὃ δʼ ἔλυεν ὑφʼ ἵππους. τῷ δʼ ἄρʼ ἐπʼ Ἀντίλοχος Νηλήϊος ἤλασεν ἵππους κέρδεσιν, οὔ τι τάχει γε, παραφθάμενος Μενέλαον· ἀλλὰ καὶ ὧς Μενέλαος ἔχʼ ἐγγύθεν ὠκέας ἵππους. ὅσσον δὲ τροχοῦ ἵππος ἀφίσταται, ὅς ῥα ἄνακτα ἕλκῃσιν πεδίοιο τιταινόμενος σὺν ὄχεσφι· τοῦ μέν τε ψαύουσιν ἐπισσώτρου τρίχες ἄκραι οὐραῖαι· ὃ δέ τʼ ἄγχι μάλα τρέχει, οὐδέ τι πολλὴ
İlyada
·Kitap 23
·501-520
· · ·
…
Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ· ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ, ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε. καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα. Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης· Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον. Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων· ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν. Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην
İlyada
·Kitap 6
·21-40
· · ·
Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει· τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο. ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται, ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα. πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην, ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα, ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων. εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐδαο ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
Odysseia
·Kitap 24
·1-20
· · ·
…
τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν, ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς, ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι. ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς, ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος, ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων, Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής· ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων; οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί· πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο. εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων. ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
Odysseia
·Kitap 3
·101-120
· · ·
…
τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη· τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις, ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε, ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν, υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους. ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη, δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν. ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν, ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα· αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
Odysseia
·Kitap 4
·201-220
· · ·
…
ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα, ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν. νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες· ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον; πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων; ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν, ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·
Odysseia
·Kitap 11
·461-480