…
εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι. ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς. αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα, ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον, τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν· τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ, ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων. βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί. αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ, τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο· τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.
İlyada
·Kitap 6
·281-300
· · ·
Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν· αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν. ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος; ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει; οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι. ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε. βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν· Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν. τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη
İlyada
·Kitap 15
·501-520
· · ·
…
οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι· λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων. εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω· καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ, ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει. ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι. ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ· εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν, ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι· ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.
İlyada
·Kitap 21
·561-580
· · ·
…
ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω. αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς. αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα, ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι, ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς εἴασε Τρώεσσι πανημέριον πολεμίζειν. ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους
İlyada
·Kitap 11
·261-280
· · ·
…
οἳ δʼ ἀμφὶ Πρίαμον καὶ Πάνθοον ἠδὲ Θυμοίτην Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος Οὐκαλέγων τε καὶ Ἀντήνωρ πεπνυμένω ἄμφω ἥατο δημογέροντες ἐπὶ Σκαιῇσι πύλῃσι, γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταὶ ἐσθλοί, τεττίγεσσιν ἐοικότες οἵ τε καθʼ ὕλην δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι· τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργῳ. οἳ δʼ ὡς οὖν εἴδονθʼ Ἑλένην ἐπὶ πύργον ἰοῦσαν, ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον· οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν· ἀλλὰ καὶ ὧς τοίη περ ἐοῦσʼ ἐν νηυσὶ νεέσθω, μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο.
İlyada
·Kitap 3
·141-160
· · ·
…
ὣς ἔφαν, οὐδʼ ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων. τοῖσι δὲ Δαρδανίδης Πρίαμος μετὰ μῦθον ἔειπε· κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοί· ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν ἄψ, ἐπεὶ οὔ πω τλήσομʼ ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ· Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν. ἦ ῥα καὶ ἐς δίφρον ἄρνας θέτο ἰσόθεος φώς, ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω· πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσετο δίφρον. τὼ μὲν ἄρʼ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο· Ἕκτωρ δὲ Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς χῶρον μὲν πρῶτον διεμέτρεον, αὐτὰρ ἔπειτα κλήρους ἐν κυνέῃ χαλκήρεϊ πάλλον ἑλόντες, ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος. λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον, ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
İlyada
·Kitap 3
·301-320
· · ·
…
τὴν δʼ αὖτʼ Ἀντήνωρ πεπνυμένος ἀντίον ηὔδα· ὦ γύναι ἦ μάλα τοῦτο ἔπος νημερτὲς ἔειπες· ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθε δῖος Ὀδυσσεὺς σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ· τοὺς δʼ ἐγὼ ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα, ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶ μήδεα πυκνά. ἀλλʼ ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς· ἀλλʼ ὅτε δὴ μύθους καὶ μήδεα πᾶσιν ὕφαινον ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, παῦρα μὲν ἀλλὰ μάλα λιγέως, ἐπεὶ οὐ πολύμυθος οὐδʼ ἀφαμαρτοεπής· ἦ καὶ γένει ὕστερος ἦεν. ἀλλʼ ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεὺς στάσκεν, ὑπαὶ δὲ ἴδεσκε κατὰ χθονὸς ὄμματα πήξας, σκῆπτρον δʼ οὔτʼ ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς· φαίης κε ζάκοτόν τέ τινʼ ἔμμεναι ἄφρονά τʼ αὔτως.
İlyada
·Kitap 3
·201-220
· · ·
…
τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἤλυθʼ ἀκωκή· γνὺξ δʼ ἔριπʼ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε. Πήδαιον δʼ ἄρʼ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν ὅς ῥα νόθος μὲν ἔην, πύκα δʼ ἔτρεφε δῖα Θεανὼ ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ. τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί· ἀντικρὺ δʼ ἀνʼ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός· ἤριπε δʼ ἐν κονίῃ, ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσιν. Εὐρύπυλος δʼ Εὐαιμονίδης Ὑψήνορα δῖον υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου ἀρητὴρ ἐτέτυκτο, θεὸς δʼ ὣς τίετο δήμῳ, τὸν μὲν ἄρʼ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός, πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασʼ ὦμον
İlyada
·Kitap 5
·61-80
· · ·
…
ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο μετὰ Τρῶας καὶ Ἀχαιούς, ἐξ ἵππων ἀποβάντες ἐπὶ χθόνα πουλυβότειραν ἐς μέσσον Τρώων καὶ Ἀχαιῶν ἐστιχόωντο. ὄρνυτο δʼ αὐτίκʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων, ἂν δʼ Ὀδυσεὺς πολύμητις· ἀτὰρ κήρυκες ἀγαυοὶ ὅρκια πιστὰ θεῶν σύναγον, κρητῆρι δὲ οἶνον μίσγον, ἀτὰρ βασιλεῦσιν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν. Ἀτρεΐδης δὲ ἐρυσσάμενος χείρεσσι μάχαιραν, ἥ οἱ πὰρ ξίφεος μέγα κουλεόν αἰὲν ἄωρτο, ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας· αὐτὰρ ἔπειτα κήρυκες Τρώων καὶ Ἀχαιῶν νεῖμαν ἀρίστοις. τοῖσιν δʼ Ἀτρεΐδης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών· Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε, Ἠέλιός θʼ, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις, καὶ ποταμοὶ καὶ γαῖα, καὶ οἳ ὑπένερθε καμόντας ἀνθρώπους τίνυσθον ὅτις κʼ ἐπίορκον ὀμόσσῃ, ὑμεῖς μάρτυροι ἔστε, φυλάσσετε δʼ ὅρκια πιστά·
İlyada
·Kitap 3
·261-280
· · ·
…
ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε. τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου. οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.
İlyada
·Kitap 20
·381-400