…
ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο· Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε· τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα. τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα, ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα· εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος
İlyada
·Kitap 14
·482-501
· · ·
Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν· υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν· ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς; ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται; κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο· ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον· Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες; φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι. τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι, ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα· ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν. καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω· τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι, ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
İlyada
·Kitap 5
·461-480
· · ·
…
Μηριόνης δʼ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον· ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς. Ἰδομενεὺς δʼ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ νύξε· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά· ἐκ δʼ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω αἵματος ὀφθαλμοί· τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν. οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος. ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι σίνται ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσσι ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας· ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς. Αἴας δʼ ὃ μέγας αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ ἵετʼ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους
İlyada
·Kitap 16
·341-360
· · ·
…
αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει. Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο. αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος, Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν. Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων, οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής· ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν, ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο
İlyada
·Kitap 2
·841-860
· · ·
Ἴδης ἐν κνημοῖσι θεὰ βροτῷ εὐνηθεῖσα, οὐκ οἶος, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης. οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης ἀφνειοὶ πίνοντες ὕδωρ μέλαν Αἰσήποιο Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱὸς Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν. οἳ δʼ Ἀδρήστειάν τʼ εἶχον καὶ δῆμον Ἀπαισοῦ καὶ Πιτύειαν ἔχον καὶ Τηρείης ὄρος αἰπύ, τῶν ἦρχʼ Ἄδρηστός τε καὶ Ἄμφιος λινοθώρηξ υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην, τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν, Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων
İlyada
·Kitap 2
·821-840
· · ·
…
οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο, ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον. ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ· οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο. οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι, οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ. τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ, τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
İlyada
·Kitap 12
·81-100
· · ·
Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον. τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ, νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε· τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος. Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι· φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ, ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει. ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν. ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν. τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.
İlyada
·Kitap 14
·462-481