TR EN AR
← جميع الأسماء

Aiant

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

6 مقطع · insan
يُعرف بـ

Αἴαντ



καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων, σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω· αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι. αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο· τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους· ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν· ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι, πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν, ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι.

İlyada ·Kitap 4 ·281-300

· · ·

Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους, ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω, πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη. ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον· Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν, νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ· τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι. ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει. ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην· ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν. ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ

İlyada ·Kitap 17 ·501-520

· · ·



πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν· Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος, πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν, ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν. ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,

İlyada ·Kitap 17 ·661-680

· · ·



αὐτὰρ ὄπισθεν Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς, ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες· ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ. τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν, ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης. πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον

İlyada ·Kitap 17 ·741-760

· · ·



αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην· ἔρχεο δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον, ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων εἴη, ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος. ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας. εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν, ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας, καί οἱ Τεῦκρος ἅμα σπέσθω τόξων ἐῢ εἰδώς. ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων, στῆ δὲ παρʼ Αἰάντεσσι κιών, εἶθαρ δὲ προσηύδα· Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς κεῖσʼ ἴμεν, ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον ἀμφοτέρω μὲν μᾶλλον· ὃ γάρ κʼ ὄχʼ ἄριστον ἁπάντων εἴη, ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος· ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί, οἳ τὸ πάρος περ ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας.

İlyada ·Kitap 12 ·341-360

· · ·



ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι· Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν. τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν, ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα, Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους· καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι. Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ. οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο, τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι. τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα, μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα, δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·

İlyada ·Kitap 7 ·301-320