…
Ἕκτορ σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι· πολλοὶ γὰρ κατὰ ἄστυ μέγα Πριάμου ἐπίκουροι, ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων· τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει, τῶν δʼ ἐξηγείσθω κοσμησάμενος πολιήτας. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν, αἶψα δʼ ἔλυσʼ ἀγορήν· ἐπὶ τεύχεα δʼ ἐσσεύοντο· πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαὸς πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη ἐν πεδίῳ ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα, τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης· ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι. Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ Πριαμίδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι λαοὶ θωρήσσοντο μεμαότες ἐγχείῃσι. Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο Αἰνείας, τὸν ὑπʼ Ἀγχίσῃ τέκε δῖʼ Ἀφροδίτη
İlyada
·Kitap 2
·801-820
· · ·
…
τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν· ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος. ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ. ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν, βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε· φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα. Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων. ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ
İlyada
·Kitap 20
·101-120
· · ·
…
τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχʼ υἷος ποινὴν Γανυμήδεος, οὕνεκʼ ἄριστοι ἵππων ὅσσοι ἔασιν ὑπʼ ἠῶ τʼ ἠέλιόν τε, τῆς γενεῆς ἔκλεψεν ἄναξ ἀνδρῶν Ἀγχίσης λάθρῃ Λαομέδοντος ὑποσχὼν θήλεας ἵππους· τῶν οἱ ἓξ ἐγένοντο ἐνὶ μεγάροισι γενέθλη. τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ, τὼ δὲ δύʼ Αἰνείᾳ δῶκεν μήστωρε φόβοιο. εἰ τούτω κε λάβοιμεν, ἀροίμεθά κε κλέος ἐσθλόν. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, τὼ δὲ τάχʼ ἐγγύθεν ἦλθον ἐλαύνοντʼ ὠκέας ἵππους. τὸν πρότερος προσέειπε Λυκάονος ἀγλαὸς υἱός· καρτερόθυμε δαΐφρον ἀγαυοῦ Τυδέος υἱὲ ἦ μάλα σʼ οὐ βέλος ὠκὺ δαμάσσατο πικρὸς ὀϊστός· νῦν αὖτʼ ἐγχείῃ πειρήσομαι αἴ κε τύχωμι. ἦ ῥα καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος
İlyada
·Kitap 5
·261-280
· · ·
Τρῳὰς δὲ στίχας οὖλος Ἄρης ὄτρυνε μετελθὼν εἰδόμενος Ἀκάμαντι θοῷ ἡγήτορι Θρῃκῶν· υἱάσι δὲ Πριάμοιο διοτρεφέεσσι κέλευεν· ὦ υἱεῖς Πριάμοιο διοτρεφέος βασιλῆος ἐς τί ἔτι κτείνεσθαι ἐάσετε λαὸν Ἀχαιοῖς; ἦ εἰς ὅ κεν ἀμφὶ πύλῃς εὖ ποιητῇσι μάχωνται; κεῖται ἀνὴρ ὃν ἶσον ἐτίομεν Ἕκτορι δίῳ Αἰνείας υἱὸς μεγαλήτορος Ἀγχίσαο· ἀλλʼ ἄγετʼ ἐκ φλοίσβοιο σαώσομεν ἐσθλὸν ἑταῖρον. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθʼ αὖ Σαρπηδὼν μάλα νείκεσεν Ἕκτορα δῖον· Ἕκτορ πῇ δή τοι μένος οἴχεται ὃ πρὶν ἔχεσκες; φῆς που ἄτερ λαῶν πόλιν ἑξέμεν ἠδʼ ἐπικούρων οἶος σὺν γαμβροῖσι κασιγνήτοισί τε σοῖσι. τῶν νῦν οὔ τινʼ ἐγὼ ἰδέειν δύναμʼ οὐδὲ νοῆσαι, ἀλλὰ καταπτώσσουσι κύνες ὣς ἀμφὶ λέοντα· ἡμεῖς δὲ μαχόμεσθʼ οἵ πέρ τʼ ἐπίκουροι ἔνειμεν. καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μάλα τηλόθεν ἥκω· τηλοῦ γὰρ Λυκίη Ξάνθῳ ἔπι δινήεντι, ἔνθʼ ἄλοχόν τε φίλην ἔλιπον καὶ νήπιον υἱόν,
İlyada
·Kitap 5
·461-480
· · ·
…
ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων· ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς. φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι, μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης· αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη· τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι· Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς, κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων, ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης. Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα, ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·
İlyada
·Kitap 20
·201-220
· · ·
…
Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς. ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο, πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ· τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα· οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι, ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον·
İlyada
·Kitap 13
·421-440
· · ·
…
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο. τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός. τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας· αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον·
İlyada
·Kitap 17
·481-500
· · ·
…
οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφʼ ἵππων ἠγερέθοντο, ἀλλʼ ἀπὸ πάντες ὄρουσαν, ἐπεὶ ἴδον Ἕκτορα δῖον. ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ· οἳ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο. οἳ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν καὶ ἀμύμονι Πουλυδάμαντι, οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν, μέμασαν δὲ μάλιστα τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι. καί σφιν Κεβριόνης τρίτος εἵπετο· πὰρ δʼ ἄρʼ ὄχεσφιν ἄλλον Κεβριόναο χερείονα κάλλιπεν Ἕκτωρ. τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ, τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς υἷε δύω Πριάμοιο· τρίτος δʼ ἦν Ἄσιος ἥρως Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε Ἀρχέλοχός τʼ Ἀκάμας τε μάχης εὖ εἰδότε πάσης.
İlyada
·Kitap 12
·81-100
· · ·
…
τῷ βάλεν Αἰνείαο κατʼ ἰσχίον ἔνθά τε μηρὸς ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τέ μιν καλέουσι· θλάσσε δέ οἱ κοτύλην, πρὸς δʼ ἄμφω ῥῆξε τένοντε· ὦσε δʼ ἀπὸ ῥινὸν τρηχὺς λίθος· αὐτὰρ ὅ γʼ ἥρως ἔστη γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψε. καί νύ κεν ἔνθʼ ἀπόλοιτο ἄναξ ἀνδρῶν Αἰνείας, εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη μήτηρ, ἥ μιν ὑπʼ Ἀγχίσῃ τέκε βουκολέοντι· ἀμφὶ δʼ ἑὸν φίλον υἱὸν ἐχεύατο πήχεε λευκώ, πρόσθε δέ οἱ πέπλοιο φαεινοῦ πτύγμα κάλυψεν ἕρκος ἔμεν βελέων, μή τις Δαναῶν ταχυπώλων χαλκὸν ἐνὶ στήθεσσι βαλὼν ἐκ θυμὸν ἕλοιτο. ἣ μὲν ἑὸν φίλον υἱὸν ὑπεξέφερεν πολέμοιο· οὐδʼ υἱὸς Καπανῆος ἐλήθετο συνθεσιάων τάων ἃς ἐπέτελλε βοὴν ἀγαθὸς Διομήδης,
İlyada
·Kitap 5
·301-320
· · ·
…
ἀλλʼ ἄγε δὴ χαζώμεθʼ ἐφʼ ἵππων, μηδέ μοι οὕτω θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· μή τι φόβον δʼ ἀγόρευʼ, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω. οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν· ὀκνείω δʼ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως ἀντίον εἶμʼ αὐτῶν· τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη. τούτω δʼ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι ἄμφω ἀφʼ ἡμείων, εἴ γʼ οὖν ἕτερός γε φύγῃσιν. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ
İlyada
·Kitap 5
·241-260