TR EN AR
← جميع الأسماء

Agkhialos

İlyada ve Odysseia'da kişiler — kg_varlik (run_id=6)

4 مقطع · insan
يُعرف بـ

Ἀγχίαλος



εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα, πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε. νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ. ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ, ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων. τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω. Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι

Odysseia ·Kitap 1 ·161-180

· · ·



μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης. ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι, ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα. ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο, ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει; οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο· οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι, οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται. ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν, Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει. ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω.

Odysseia ·Kitap 1 ·401-420

· · ·



ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο. κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν, Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες. βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος, μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί. ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς, Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς, Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο· ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ, Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα. ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο, Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος. οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.

Odysseia ·Kitap 8 ·101-120

· · ·



ἀλλὰ πρὸς Τρῶας τετραμμένοι αἰὲν ὀπίσσω εἴκετε, μηδὲ θεοῖς μενεαινέμεν ἶφι μάχεσθαι. ὣς ἄρʼ ἔφη, Τρῶες δὲ μάλα σχεδὸν ἤλυθον αὐτῶν. ἔνθʼ Ἕκτωρ δύο φῶτε κατέκτανεν εἰδότε χάρμης εἰν ἑνὶ δίφρῳ ἐόντε, Μενέσθην Ἀγχίαλόν τε. τὼ δὲ πεσόντʼ ἐλέησε μέγας Τελαμώνιος Αἴας· στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, καὶ βάλεν Ἄμφιον Σελάγου υἱόν, ὅς ῥʼ ἐνὶ Παισῷ ναῖε πολυκτήμων πολυλήϊος· ἀλλά ἑ μοῖρα ἦγʼ ἐπικουρήσοντα μετὰ Πρίαμόν τε καὶ υἷας. τόν ῥα κατὰ ζωστῆρα βάλεν Τελαμώνιος Αἴας, νειαίρῃ δʼ ἐν γαστρὶ πάγη δολιχόσκιον ἔγχος, δούπησεν δὲ πεσών· ὃ δʼ ἐπέδραμε φαίδιμος Αἴας τεύχεα συλήσων· Τρῶες δʼ ἐπὶ δούρατʼ ἔχευαν ὀξέα παμφανόωντα· σάκος δʼ ἀνεδέξατο πολλά. αὐτὰρ ὃ λὰξ προσβὰς ἐκ νεκροῦ χάλκεον ἔγχος

İlyada ·Kitap 5 ·601-620