…
ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός, ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα. καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις, ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ· αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας, οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν, ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε. Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν· εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε· πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο; ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;
İlyada
·Kitap 6
·361-380
· · ·
…
αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο. αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής· ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα. ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα· ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν. ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους.
İlyada
·Kitap 10
·541-560
· · ·
…
αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς, ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν· ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε, δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν. τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα, καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν. ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ, ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι, πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι, καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν. πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν. ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
Odysseia
·Kitap 4
·241-260
· · ·
…
κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο. τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται, ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.
İlyada
·Kitap 14
·41-60
· · ·
…
τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης· ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες· ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων· Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας. ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών. τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες. εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει, ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων, τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας. ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο. τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·
İlyada
·Kitap 8
·141-160